§4.181.1οὗτοι μὲν οἱ παραθαλάσσιοι τῶν νομάδων Λιβύων εἰρέαται, ὑπὲρ δὲ τούτων ἐς μεσόγαιαν ἡ θηριώδης ἐστὶ Λιβύη, ὑπὲρ δὲ τῆς θηριώδεος ὀφρύη ψάμμης κατήκει παρατείνουσα ἀπὸ Θηβέων τῶν Αἰγυπτιέων ἐπʼ Ἡρακλέας στήλας.
These are the nomadic Libyans living by the sea who have been mentioned; and above them, towards the interior, is the Libya of wild beasts; and above this Libya of wild beasts, a ridge of sand stretches and extends from Egyptian Thebes to the Pillars of Heracles.
§4.181.2ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλός ἐστι τρύφεα κατὰ χόνδρους μεγάλους ἐν κολωνοῖσι, καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸς ὕδωρ ψυχρὸν καὶ γλυκύ, περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸς τῆς ἐρήμου καὶ ὑπὲρ τῆς θηριώδεος, πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι, ἔχοντες τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέος Διός· καὶ γὰρ τὸ ἐν Θήβῃσι, ὡς καὶ πρότερον εἴρηταί μοι, κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ἐστί.
On this ridge, at intervals of mostly ten days' journey, there are lumps of salt in great hills, and on the summit of each hill there gushes up from the middle of the salt a spring of cold and sweet water; and around it dwell men, the last towards the desert and above the Libya of wild beasts. The first of these, at ten days' journey from Thebes, are the Ammonians, who have the temple derived from Theban Zeus; for in Thebes also, as I have said before, the image of Zeus is ram-faced.
§4.181.3τυγχάνει δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐὸν, τὸ τὸν μὲν ὄρθρον γίνεται χλιαρόν, ἀγορῆς δὲ πληθυούσης ψυχρότερον, μεσαμβρίη τε ἐστὶ καὶ τὸ κάρτα γίνεται ψυχρόν· §4.181.4τηνικαῦτα δὲ ἄρδουσι τοὺς κήπους·
They have also another spring of water, which is lukewarm at dawn, but as the market-place fills it becomes colder, and when it is noon it becomes very cold; at that time they water their gardens.
ἀποκλινομένης δὲ τῆς ἡμέρης ὑπίεται τοῦ ψυχροῦ, ἐς οὗ δύεταί τε ὁ ἥλιος καὶ τὸ ὕδωρ γίνεται χλιαρόν.
As the day declines, the coldness abates, until the sun sets and the water becomes lukewarm.
ἐπὶ δὲ μᾶλλον ἰὸν ἐς τὸ θερμὸν ἐς μέσας νύκτας πελάζει, τηνικαῦτα δὲ ζέει ἀμβολάδην· παρέρχονται τε μέσαι νύκτες καὶ ψύχεται μέχρι ἐς ἠῶ.
Going on to become still hotter, it approaches midnight, at which time it boils and bubbles; and when midnight is passed, it cools down until dawn.
ἐπίκλησιν δὲ αὕτη ἡ κρήνη καλέεται ἡλίου.
This spring is called by name the Spring of the Sun.