Humanitext Reader

希罗多德 · 历史 §4.179.1-4.179.3

伊阿宋与特里同及青铜三脚鼎的传说

第 743 段,共 1577 段 · 希腊语

内容简介

记述伊阿宋在阿尔戈号航行中被风吹至特里托尼斯湖的浅滩,与神明特里同相遇并以青铜三脚鼎换取脱险航道,以及关于未来建立百座希腊城市的预言导致利比亚当地人藏匿该鼎的传说。

§4.179.1ἔστι δὲ καὶ ὅδε λόγος λεγόμενος.
还有这样一种传说。
Ἰήσονα, ἐπείτε οἱ ἐξεργάσθη ὑπὸ τῷ Πηλίῳ ἡ Ἀργώ, ἐσθέμενον ἐς αὐτὴν ἄλλην τε ἑκατόμβην καὶ δὴ καὶ τρίποδα χάλκεον περιπλώειν Πελοπόννησον, βουλόμενον ἐς Δελφοὺς ἀπικέσθαι.
当阿尔戈号在皮立翁山下为伊阿宋建造完成时,他将一百头祭牛以及特别是一尊青铜三脚鼎装上船,想要前往德尔斐,因而环绕伯罗奔尼撒半岛航行。
§4.179.2καί μιν, ὡς πλέοντα γενέσθαι κατὰ Μαλέην, ὑπολαβεῖν ἄνεμον βορέην καὶ ἀποφέρειν πρὸς τὴν Λιβύην· πρὶν δὲ κατιδέσθαι γῆν, ἐν τοῖσι βράχεσι γενέσθαι λίμνης τῆς Τριτωνίδος.
当他航行至马勒阿角附近时,一阵北风将他卷走,吹向利比亚;在望见陆地之前,他便陷入了特里托尼斯湖的浅滩之中。
καί οἱ ἀπορέοντι τὴν ἐξαγωγὴν λόγος ἐστὶ φανῆναι Τρίτωνα καὶ κελεύειν τὸν Ἰήσονα ἑωυτῷ δοῦναι τὸν τρίποδα, φάμενόν σφι καὶ τὸν πόρον δέξειν καὶ ἀπήμονας ἀποστελέειν.
在他为寻找出路而一筹莫展之际,传说特里同显现出来,命令伊阿宋将那尊三脚鼎送给他,并声称自己会给他们指明航道,让他们平安离去。
§4.179.3πειθομένου δὲ τοῦ Ἰήσονος, οὕτω δὴ τόν τε διέκπλοον τῶν βραχέων δεικνύναι τὸν Τρίτωνά σφι καὶ τὸν τρίποδα θεῖναι ἐν τῷ ἑωυτοῦ ἱρῷ, ἐπιθεσπίσαντά τε τῷ τρίποδι καὶ τοῖσι σὺν Ἰήσονι σημήναντα τὸν πάντα λόγον, ὡς ἐπεὰν τὸν τρίποδα κομίσηται τῶν ἐκγόνων τις τῶν ἐν τῇ Ἀργοῖ συμπλεόντων, τότε ἑκατὸν πόλιας οἰκῆσαι περὶ τὴν Τριτωνίδα λίμνην Ἑλληνίδας πᾶσαν εἶναι ἀνάγκην.
伊阿宋同意后,特里同便向他们指明了穿过浅滩的通道,并将三脚鼎安放在自己的神庙里。 他针对这尊三脚鼎作出了预言,并向与伊阿宋同行的众人表明了全部原委:一旦阿尔戈号随行人员的后代中有人取回这尊三脚鼎,那时便势必在特里托尼斯湖周围建立起一百座希腊人的城市。
ταῦτα ἀκούσαντας τοὺς ἐπιχωρίους τῶν Λιβύων κρύψαι τὸν τρίποδα.
利比亚的当地居民听到这番话后,便把那尊三脚鼎藏了起来。

词汇与语法注释

  1. §4.179.1Ἰήσονα ... περιπλώειν — 承接导入句“还有这样一种传说”(ἔστι δὲ καὶ ὅδε λόγος λεγόμενος),此处开始了表示传闻的间接引语(带对格的不定式结构),其主格对格为 `Ἰήσονα`,主要动词为不定式 `περιπλώειν`。
  2. §4.179.2ὡς πλέοντα γενέσθαι — 由于维持了间接引语(传闻)的整体框架,在 `ὡς` 引导的时间从句中也使用了不定式 `γενέσθαι` 代替直说法的动词。`πλέοντα` 是修饰省略的对格代词 `μιν`(伊阿宋)的现在分词。
  3. §4.179.3τότε ἑκατὸν πόλιας οἰκῆσαι περὶ τὴν Τριτωνίδα λίμνην Ἑλληνίδας πᾶσαν εἶναι ἀνάγκην — 由 `ὡς` 引导的从句的核心骨架是表示必然性的带对格不定式结构 `πᾶσαν εἶναι ἀνάγκην`(完全是必然的),而其主语则是前面的不定式短语 `ἑκατὸν πόλιας οἰκῆσαι...`(在特里托尼斯湖周围建立起一百座希腊人的城市)。此处 `οἰκῆσαι` 具有不及物或被动含义(“被居住”或“被建立”)。

引用这一段

希罗多德, 历史 §4.179.1-4.179.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.179.1-4.179.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。