§4.179.1ἔστι δὲ καὶ ὅδε λόγος λεγόμενος.
And there is also the following story told.
Ἰήσονα, ἐπείτε οἱ ἐξεργάσθη ὑπὸ τῷ Πηλίῳ ἡ Ἀργώ, ἐσθέμενον ἐς αὐτὴν ἄλλην τε ἑκατόμβην καὶ δὴ καὶ τρίποδα χάλκεον περιπλώειν Πελοπόννησον, βουλόμενον ἐς Δελφοὺς ἀπικέσθαι.
When the Argo had been built for him under Mount Pelion, Jason, having put on board a hecatomb and especially a bronze tripod, sailed around the Peloponnese, wishing to reach Delphi.
§4.179.2καί μιν, ὡς πλέοντα γενέσθαι κατὰ Μαλέην, ὑπολαβεῖν ἄνεμον βορέην καὶ ἀποφέρειν πρὸς τὴν Λιβύην· πρὶν δὲ κατιδέσθαι γῆν, ἐν τοῖσι βράχεσι γενέσθαι λίμνης τῆς Τριτωνίδος.
And as he was sailing past Malea, a north wind caught him and carried him away to Libya; and before he could sight land, he found himself in the shallows of Lake Tritonis.
καί οἱ ἀπορέοντι τὴν ἐξαγωγὴν λόγος ἐστὶ φανῆναι Τρίτωνα καὶ κελεύειν τὸν Ἰήσονα ἑωυτῷ δοῦναι τὸν τρίποδα, φάμενόν σφι καὶ τὸν πόρον δέξειν καὶ ἀπήμονας ἀποστελέειν.
As he was at a loss for a way out, the story goes that Triton appeared and ordered Jason to give him the tripod, saying that he would show them the passage and send them away unharmed.
§4.179.3πειθομένου δὲ τοῦ Ἰήσονος, οὕτω δὴ τόν τε διέκπλοον τῶν βραχέων δεικνύναι τὸν Τρίτωνά σφι καὶ τὸν τρίποδα θεῖναι ἐν τῷ ἑωυτοῦ ἱρῷ, ἐπιθεσπίσαντά τε τῷ τρίποδι καὶ τοῖσι σὺν Ἰήσονι σημήναντα τὸν πάντα λόγον, ὡς ἐπεὰν τὸν τρίποδα κομίσηται τῶν ἐκγόνων τις τῶν ἐν τῇ Ἀργοῖ συμπλεόντων, τότε ἑκατὸν πόλιας οἰκῆσαι περὶ τὴν Τριτωνίδα λίμνην Ἑλληνίδας πᾶσαν εἶναι ἀνάγκην.
When Jason agreed, Triton then showed them the channel through the shallows and placed the tripod in his own temple, having uttered a prophecy over the tripod and declared the whole matter to those with Jason: that whenever one of the descendants of the shipmates on the Argo should recover the tripod, then there would be an absolute necessity for a hundred Greek cities to be settled around Lake Tritonis.
ταῦτα ἀκούσαντας τοὺς ἐπιχωρίους τῶν Λιβύων κρύψαι τὸν τρίποδα.
Hearing this, the native Libyans hid the tripod.