§4.165.1ἡ δὲ μήτηρ Φερετίμη, ἕως μὲν ὁ Ἀρκεσίλεως ἐν τῇ Βάρκῃ διαιτᾶτο ἐξεργασμένος ἑωυτῷ κακόν, ἣ δὲ εἶχε αὐτὴ τοῦ παιδὸς τὰ γέρεα ἐν Κυρήνῃ καὶ τἆλλα νεμομένη καὶ ἐν βουλῇ παρίζουσα.
另一方面,他的母亲斐雷提美,在阿耳刻西劳斯因自取其祸而住在巴尔卡期间,她自己不仅在库雷内掌握着她儿子的特权,治理着其他事务,还在议会中拥有一席之地。
§4.165.2ἐπείτε δὲ ἔμαθε ἐν τῇ Βάρκῃ ἀποθανόντα οἱ τὸν παῖδα, φεύγουσα οἰχώκεε ἐς Αἴγυπτον.
但当她得知儿子在巴尔卡死去时,便逃亡去了埃及。
ἦσαν γάρ οἱ ἐκ τοῦ Ἀρκεσίλεω εὐεργεσίαι ἐς Καμβύσεα τὸν Κύρου πεποιημέναι· οὗτος γὰρ ἦν ὁ Ἀρκεσίλεως ὃς Κυρήνην Καμβύσῃ ἔδωκε καὶ φόρον ἐτάξατο.
因为阿尔刻西劳斯曾对居鲁士之子冈比西斯立下恩惠,这对她是有利的;因为这个阿耳刻西劳斯就是将库雷内献给冈比西斯并规定了贡税的人。
§4.165.3ἀπικομένη δὲ ἐς τὴν Αἴγυπτον ἡ Φερετίμη Ἀρυάνδεω ἱκέτις ἵζετο, τιμωρῆσαι ἑωυτῇ κελεύουσα, προϊσχομένη πρόφασιν ὡς διὰ τὸν μηδισμὸν ὁ παῖς οἱ τέθνηκε.
斐雷提美到达埃及后,作为请愿者坐在阿里安德斯面前,请求他为自己复仇,并提出借口说,她的儿子是因为亲波斯(麦底亚化)才被杀害的。