§4.164.1ὁ δὲ παραλαβὼν τοὺς ἐκ τῆς Σάμου κατῆλθε ἐς τὴν Κυρήνην, καὶ ἐπικρατήσας τῶν πρηγμάτων τοῦ μαντηίου οὐκ ἐμέμνητο, ἀλλὰ δίκας τοὺς ἀντιστασιώτας αἴτεε τῆς ἑωυτοῦ φυγῆς.
他带领来自萨摩斯的人们回到了库雷内,在掌控了政权之后,他完全忘记了神谕,反而因自己被驱逐一事向反对派索要惩罚。
§4.164.2τῶν δὲ οἳ μὲν τὸ παράπαν ἐκ τῆς χώρης ἀπαλλάσσοντο, τοὺς δὲ τινὰς χειρωσάμενος ὁ Ἀρκεσίλεως ἐς Κύπρον ἀπέστειλε ἐπὶ διαφθορῇ.
在这些人中,有些人完全离开了这个国家,而另一些人则被阿耳刻西劳斯生擒,送往塞浦路斯处死。
τούτους μέν νυν Κνίδιοι ἀπενειχθέντας πρὸς τὴν σφετέρην ἐρρύσαντο καὶ ἐς Θήρην ἀπέστειλαν·
这些人后来被漂流到克尼多斯人的土地上,被克尼多斯人营救并送往泰拉。
ἑτέρους δὲ τινὰς τῶν Κυρηναίων ἐς πύργον μέγαν Ἀγλωμάχου καταφυγόντας ἰδιωτικὸν ὕλην περινήσας ὁ Ἀρκεσίλεως ἐνέπρησε.
至于其他一些逃进阿格洛马科斯私人高塔中避难的库雷内人,阿耳刻西劳斯则在塔周围堆起木柴,放火将他们烧死。
§4.164.3μαθὼν δὲ ἐπʼ ἐξεργασμένοισι τὸ μαντήιον ἐὸν τοῦτο, ὅτι μιν ἡ Πυθίη οὐκ ἔα εὑρόντα ἐν τῇ καμίνῳ τοὺς ἀμφορέας ἐξοπτῆσαι, ἔργετο ἑκὼν τῆς τῶν Κυρηναίων πόλιος, δειμαίνων τε τὸν κεχρησμένον θάνατον καὶ δοκέων ἀμφίρρυτον τὴν Κυρήνην εἶναι.
但事情发生之后,他才领悟到这就是神谕的意思——即皮提亚曾禁止他,如果他在炉中发现那些双耳细颈瓶,就不要去烘烤它们——由于害怕预言中的死亡,并认为库雷内就是那片被水环绕的土地,他便主动离开了库雷内人的城邦。
§4.164.4εἶχε δὲ γυναῖκα συγγενέα ἑωυτοῦ, θυγατέρα δὲ τῶν Βαρκαίων τοῦ βασιλέος, τῷ οὔνομα ἦν Ἀλάζειρ·
他娶了一位身为自己亲属的妻子,也就是巴尔卡人国王的女儿,这位国王的名字叫阿拉泽伊尔。
παρὰ τοῦτον ἀπικνέεται, καί μιν Βαρκαῖοί τε ἄνδρες καὶ τῶν ἐκ Κυρήνης φυγάδων τινὲς καταμαθόντες ἀγοράζοντα κτείνουσι, πρὸς δὲ καὶ τὸν πενθερὸν αὐτοῦ Ἀλάζειρα.
他来到这个人那里,而巴尔卡人以及一些来自库雷内的流亡者发现他在广场上活动,便杀死了他,此外还杀死了他的岳父阿拉泽伊尔。
Ἀρκεσίλεως μέν νυν εἴτε ἑκὼν εἴτε ἀέκων ἁμαρτὼν τοῦ χρησμοῦ ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ.
就这样,阿耳刻西劳斯无论是故意还是无意,因未能遵循神谕而终结了自己的命运。