§4.163.1ὁ δὲ Ἀρκεσίλεως τοῦτον τὸν χρόνον ἐὼν ἐν Σάμῳ συνήγειρε πάντα ἄνδρα ἐπὶ γῆς ἀναδασμῷ·
与此同时,阿耳刻西劳斯当时在萨摩斯,以重新分配土地为允诺召集每一个人。
συλλεγομένου δὲ στρατοῦ πολλοῦ, ἐστάλη ἐς Δελφοὺς Ἀρκεσίλεως χρησόμενος τῷ χρηστηρίῳ περὶ κατόδου.
当大批军队聚集起来时,阿耳刻西劳斯前往德尔斐,就重返祖国一事求问神谕。
§4.163.2ἡ δὲ Πυθίη οἱ χρᾷ τάδε.
女祭司皮提亚对他作出了如下的神示。
§4.163.3"ἐπὶ μὲν τέσσερας Βᾶττους καὶ Ἀρκεσίλεως τέσσερας, ὀκτὼ ἀνδρῶν γενεάς, διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης, πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει.
“洛克西阿斯赐予你们统治库雷内,期限为四代巴图斯与四代阿耳刻西劳斯,即人类的八个世代;然而,他奉劝你们甚至不要尝试超越这一点。
σὺ μέντοι ἥσυχος εἶναι κατελθὼν ἐς τὴν σεωυτοῦ.
你一旦回到了自己的国家,就应当保持安宁。
ἢν δὲ τὴν κάμινον εὕρῃς πλέην ἀμφορέων, μὴ ἐξοπτήσῃς τοὺς ἀμφορέας ἀλλʼ ἀπόπεμπε κατʼ οὖρον·
如果你发现炉子里装满了双耳细颈瓶,切勿烘烤这些双耳细颈瓶,而是要顺风将它们送走。
εἰ δὲ ἐξοπτήσεις τὴν κάμινον,μὴ ἐσέλθῃς ἐς τὴν ἀμφίρρυτον· εἰ δὲ μὴ ἀποθανέαι καὶ αὐτὸς καὶ ταῦρος ὁ καλλιστεύων.
但如果你烘烤了那炉子,就千万不要进入那片被水环绕的土地;否则,你不仅自己会死,那头最美丽的公牛也将死去。
"
ταῦτα ἡ Πυθίη Ἀρκεσίλεῳ χρᾷ.
” 这就是皮提亚给阿耳刻西劳斯的神示。