§4.162.1ἐπὶ μὲν δὴ τούτου τοῦ Βάττου οὕτω διετέλεε ἐόντα, ἐπὶ δὲ τοῦ τούτου παιδὸς Ἀρκεσίλεω πολλὴ ταραχὴ περὶ τῶν τιμέων ἐγένετο.
在这位巴图斯统治期间,局势一直维持在这一状态;但在其子阿耳刻西劳斯在位时,因特权问题发生了极大的动荡。
§4.162.2Ἀρκεσίλεως γὰρ ὁ Βάττου τε τοῦ χωλοῦ καὶ Φερετίμης οὐκ ἔφη ἀνέξεσθαι κατὰ τὰ ὁ Μαντινεὺς Δημῶναξ ἔταξε, ἀλλὰ ἀπαίτεε τὰ τῶν προγόνων γέρεα.
因为跛子巴图斯与普雷提墨之子阿耳刻西劳斯声称,他不能容忍事情按照曼提内亚人德莫纳克斯所规定的那样进行,而是要求收回其祖先的特权。
ἐνθεῦτεν στασιάζων ἑσσώθη καὶ ἔφυγε ἐς Σάμον, ἡ δὲ μήτηρ οἱ ἐς Σαλαμῖνα τῆς Κύπρου ἔφυγε.
因此,他因发动内乱而战败,逃往萨摩斯,而他的母亲则逃往塞浦路斯的萨拉米斯。
§4.162.3τῆς δὲ Σαλαμῖνος τοῦτον τὸν χρόνον ἐπεκράτεε Εὐέλθων, ὃς τὸ ἐν Δελφοῖσι θυμιητήριον, ἐὸν ἀξιοθέητον ἀνέθηκε, τὸ ἐν τῷ Κορινθίων θησαυρῷ κέεται.
当时统治萨拉米斯的是埃乌埃尔同,他曾在德尔斐献纳了一个值得一看的香炉,该香炉现放于科林斯人的宝库中。
ἀπικομένη δὲ παρὰ τοῦτον ἡ Φερετίμη ἐδέετο στρατιῆς ἣ κατάξει σφέας ἐς τὴν Κυρήνην.
普雷提墨来到他那里,请求他提供一支能够将他们送回库雷内的军队。
§4.162.4ὁ δὲ Εὐέλθων πᾶν μᾶλλον ἢ στρατιήν οἱ ἐδίδου·
然而,埃乌埃尔同愿意给她任何东西,唯独不给军队。
ἣ δὲ λαμβάνουσα τὸ διδόμενον καλὸν μὲν ἔφη καὶ τοῦτο εἶναι, κάλλιον δὲ ἐκεῖνο, τὸ δοῦναί οἱ δεομένῃ στρατιήν.
而她接下所赐之物,说道:“这固然是极好的,但那一件——即将军队赐予向您请求的我的那件事,则是更好的。
§4.162.5τοῦτο ἐπὶ παντὶ γὰρ τῷ διδομένῳ ἔλεγε, τελευταῖόν οἱ ἐξέπεμψε δῶρον ὁ Εὐέλθων ἄτρακτον χρύσεον καὶ ἠλακάτην, προσῆν δε καὶ εἴριον.
” 既然她对每一样所赐之物都说这样的话,埃乌埃尔同最后送给她一件礼物,是一个金纺锤和一根纺线杆,上面还附着羊毛。
ἐπειπάσης δὲ αὖτις τῆς Φερετίμης τὠυτὸ ἔπος, ὁ Εὐέλθων ἔφη τοιούτοισι γυναῖκας δωρέεσθαι ἀλλʼ οὐ στρατιῇ.
当普雷提墨再次说出同样的话时,埃乌埃尔同说,人们是用这些东西来赠送给妇女的,而不是用军队。