Humanitext Reader

希罗多德 · 历史 §4.161.1-4.161.3

德莫纳克斯在库雷内的国政改革

第 725 段,共 1577 段 · 希腊语

内容简介

阿耳刻西劳斯死后,跛足的巴图斯继承王位。库雷内人根据德尔斐的神谕,从曼提内亚请来德莫纳克斯进行国政改革。德莫纳克斯将居民重新划分为三个部落,并大幅削减王权,将特权归还给民众。

§4.161.1διεδέξατο δὲ τὴν βασιληίην τοῦ Ἀρκεσίλεω ὁ παῖς Βάττος, χωλός τε ἐὼν καὶ οὐκ ἀρτίπους.
阿耳刻西劳斯的王位由其子巴图斯继承,他是个跛子,双脚不便。
οἱ δὲ Κυρηναῖοι πρὸς τὴν καταλαβοῦσαν συμφορὴν ἔπεμπον ἐς Δελφοὺς ἐπειρησομένους ὅντινα τρόπον καταστησάμενοι κάλλιστα ἂν οἰκέοιεν.
面对降临在他们身上的灾难,库雷内人派使者前往德尔斐,去询问他们应该以何种方式整顿国政才能生活得最好。
§4.161.2ἡ δὲ Πυθίη ἐκέλευε ἐκ Μαντινέης τῆς Ἀρκάδων καταρτιστῆρα ἀγαγέσθαι.
皮提亚命令他们从阿卡迪亚的曼提内亚请来一位调停者。
αἴτεον ὦν οἱ Κυρηναῖοι, καὶ οἱ Μαντινέες ἔδοσαν ἄνδρα τῶν ἀστῶν δοκιμώτατον, τῷ οὔνομα ἦν Δημῶναξ.
于是库雷内人提出请求,曼提内亚人便将他们市民中最德高望重的人给了他们,此人名叫德莫纳克斯。
§4.161.3οὗτος ὦν ὡνὴρ ἀπικόμενος ἐς τὴν Κυρήνην καὶ μαθὼν ἕκαστα τοῦτο μὲν τριφύλους ἐποίησε σφεας, τῇδε διαθείς· Θηραίων μὲν καὶ τῶν περιοίκων μίαν μοῖραν ἐποίησε, ἄλλην δὲ Πελοποννησίων καὶ Κρητῶν, τρίτην δὲ νησιωτέων πάντων.
这个人来到库雷内并了解了各项具体情况后,首先,他将人们分为三个部落,并作了如下安排:他将泰拉人及其周边居民列为第一部分,将伯罗奔尼撒人和克里特人列为另一部分,将所有岛屿居民列为第三部分。
τοῦτο δὲ τῷ βασιλέι Βάττῳ τεμένεα ἐξελὼν καὶ ἱρωσύνας, τὰ ἄλλα πάντα τὰ πρότερον εἶχον οἱ βασιλέες ἐς μέσον τῷ δήμῳ ἔθηκε.
其次,他为国王巴图斯保留了专属的神圣领地和神职,而将以前国王们所拥有的一切其他特权都公诸于众,归民众共有。

词汇与语法注释

  1. 4.161.1ἐπειρησομένους — 未来分词的宾格复数。它与动词 ἔπεμπον(派遣)省略的直接宾语(使者们)相一致,表目的(“为了询问”)。
  2. 4.161.3τοῦτο μὲν ... τοῦτο δὲ — 用作相关副词的中性单数宾格短语,等同于 τὸ μέν ... τὸ δέ ...。它们将德莫纳克斯实行的两项主要改革(重新划分部落与削减王权)以“第一……,第二……”的形式并列对比。
  3. 4.161.3ἐς μέσον τῷ δήμῳ ἔθηκε — 习语 ἐς μέσον τιθέναι(字面意为“置于中间”,引申为“公诸于众/归入公共所有”),与表示利害关系的与格 τῷ δήμῳ(为了民众)连用。这意味着将国王先前的特权转为由全体公民共享的公共财产。

引用这一段

希罗多德, 历史 §4.161.1-4.161.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.161.1-4.161.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。