§4.161.1διεδέξατο δὲ τὴν βασιληίην τοῦ Ἀρκεσίλεω ὁ παῖς Βάττος, χωλός τε ἐὼν καὶ οὐκ ἀρτίπους.
The kingship of Arcesilaus was succeeded by his son Battus, who was lame and infirm of foot.
οἱ δὲ Κυρηναῖοι πρὸς τὴν καταλαβοῦσαν συμφορὴν ἔπεμπον ἐς Δελφοὺς ἐπειρησομένους ὅντινα τρόπον καταστησάμενοι κάλλιστα ἂν οἰκέοιεν.
In the face of the misfortune that had befallen them, the Cyrenaeans sent messengers to Delphi to inquire in what way they might best establish their constitution and dwell.
§4.161.2ἡ δὲ Πυθίη ἐκέλευε ἐκ Μαντινέης τῆς Ἀρκάδων καταρτιστῆρα ἀγαγέσθαι.
The Pythian priestess bade them bring a reformer from Mantinea of the Arcadians.
αἴτεον ὦν οἱ Κυρηναῖοι, καὶ οἱ Μαντινέες ἔδοσαν ἄνδρα τῶν ἀστῶν δοκιμώτατον, τῷ οὔνομα ἦν Δημῶναξ.
So the Cyrenaeans made their request, and the Mantineans gave them the most highly esteemed of their citizens, whose name was Demonax.
§4.161.3οὗτος ὦν ὡνὴρ ἀπικόμενος ἐς τὴν Κυρήνην καὶ μαθὼν ἕκαστα τοῦτο μὲν τριφύλους ἐποίησε σφεας, τῇδε διαθείς· Θηραίων μὲν καὶ τῶν περιοίκων μίαν μοῖραν ἐποίησε, ἄλλην δὲ Πελοποννησίων καὶ Κρητῶν, τρίτην δὲ νησιωτέων πάντων.
This man, having arrived in Cyrene and informed himself of all the circumstances, in the first place divided them into three tribes, distributing them in this way: of the Theraeans and their neighbors he made one division; another of the Peloponnesians and Cretans; and a third of all the islanders.
τοῦτο δὲ τῷ βασιλέι Βάττῳ τεμένεα ἐξελὼν καὶ ἱρωσύνας, τὰ ἄλλα πάντα τὰ πρότερον εἶχον οἱ βασιλέες ἐς μέσον τῷ δήμῳ ἔθηκε.
In the second place, setting aside sacred precincts and priesthoods for the king Battus, he placed all the other privileges which the kings previously held in common for the people.