§4.160.1τούτου δὲ τοῦ Βάττου παῖς γίνεται Ἀρκεσίλεως.
这个巴图斯的儿子是阿耳刻西劳斯。
ὃς βασιλεύσας πρῶτα τοῖσι ἑωυτοῦ ἀδελφεοῖσι ἐστασίασε, ἐς ὅ μιν οὗτοι ἀπολιπόντες οἴχοντο ἐς ἄλλον χῶρον τῆς Λιβύης καὶ ἐπʼ ἑωυτῶν βαλόμενοι ἔκτισαν πόλιν ταύτην ἣ τότε καὶ νῦν Βάρκη κλέεται· κτίζοντες δὲ ἅμα αὐτὴν ἀπιστᾶσι ἀπὸ τῶν Κυρηναίων τοὺς Λίβυας.
他即位为王后,首先与自己的兄弟们发生了内讧,直到他的兄弟们离开他,前往利比亚的另一处地方,并靠自己的力量建立了一座当时和现在都叫作巴尔凯的城市;在建城的同时,他们促使利比亚人背叛了库雷内人。
§4.160.2μετὰ δὲ Ἀρκεσίλεως ἐς τοὺς ὑποδεξαμένους τε τῶν Λιβύων καὶ ἀποστάντας τοὺς αὐτοὺς τούτους ἐστρατεύετο· οἱ δὲ Λίβυες δείσαντες αὐτὸν οἴχοντο φεύγοντες πρὸς τοὺς ἠοίους τῶν Λιβύων.
随后,阿耳刻西劳斯向那些接纳了其兄弟并同样背叛了的利比亚人发动了征讨;而这些利比亚人因惧怕他,纷纷逃往东部的利比亚人那里。
§4.160.3ὁ δὲ Ἀρκεσίλεως εἵπετο φεύγουσι, ἐς οὗ ἐν Λεύκωνί τε τῆς Λιβύης ἐγίνετο ἐπιδιώκων καὶ ἔδοξε τοῖσι Λίβυσι ἐπιθέσθαι οἱ.
阿耳刻西劳斯紧追逃跑的人不放,直到他在追击中抵达利比亚的莱乌科恩,而利比亚人决定在那里向他发动进攻。
συμβαλόντες δὲ ἐνίκησαν τοὺς Κυρηναίους τοσοῦτο ὥστε ἑπτακισχιλίους ὁπλίτας Κυρηναίων ἐνθαῦτα πεσεῖν.
双方交战后,利比亚人重创了库雷内人,以至于有七千名库雷内重装步兵战死于该地。
§4.160.4μετὰ δὲ τὸ τρῶμα τοῦτο Ἀρκεσίλεων μὲν κάμνοντά τε καὶ φάρμακον πεπωκότα ὁ ἀδελφεὸς Ἁλίαρχος ἀποπνίγει, Ἁλίαρχον δὲ ἡ γυνὴ ἡ Ἀρκεσίλεω δόλῳ κτείνει, τῇ οὔνομα ἦν Ἐρυξώ.
在这次惨败之后,阿耳刻西劳斯因病服药,他的兄弟哈利亚库斯将其闷死;而哈利亚库斯随后又被阿耳刻西劳斯的妻子、名叫埃里克索的女人用计杀害。