§4.159.1ἐπὶ μέν νυν Βάττου τε τοῦ οἰκιστέω τῆς ζόης, ἄρξαντος ἐπὶ τεσσεράκοντα ἔτεα, καὶ τοῦ παιδὸς αὐτοῦ Ἀρκεσίλεω ἄρξαντος ἑκκαίδεκα ἔτεα, οἴκεον οἱ Κυρηναῖοι ἐόντες τοσοῦτοι ὅσοι ἀρχὴν ἐς τὴν ἀποικίην ἐστάλησαν.
在建国者巴图斯的有生之年,他统治了四十年,以及他的儿子阿耳刻西劳斯统治了十六年期间,库雷内人的数量一直与最初被派往殖民地的人数相同。
§4.159.2ἐπὶ δὲ τοῦ τρίτου, Βάττου τοῦ εὐδαίμονος καλεομένου, Ἕλληνας πάντας ὥρμησε χρήσασα ἡ Πυθίη πλέειν συνοικήσοντας Κυρηναίοισι Λιβύην· ἐπεκαλέοντο γὰρ οἱ Κυρηναῖοι ἐπὶ γῆς ἀναδασμῷ·
但到了第三任国王,即被称为“幸福者”的巴图斯时代,皮提亚降下神谕,鼓动所有希腊人航海前往利比亚,与库雷内人共同居住;因为库雷内人正邀请他们来进行土地的重新分配。
§4.159.3ἔχρησε δὲ ὧδε ἔχοντα. "
ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ
γᾶς ἀναδαιομένας, μετὰ οἷ ποκα φαμὶ μελήσειν. "
神谕的内容如下: "在土地分配之时,若有人此后才来到这令人心驰神往的利比亚,我说他日后定会悔恨不已。
§4.159.4συλλεχθέντος δὲ ὁμίλου πολλοῦ ἐς τὴν Κυρήνην, περιταμνόμενοι γῆν πολλὴν οἱ περίοικοι Λίβυες καὶ ὁ βασιλεὺς αὑτῶν τῷ οὔνομα ἦν Ἀδικράν, οἷα τῆς τε χώρης στερισκόμενοι καὶ περιυβριζόμενοι ὑπὸ τῶν Κυρηναίων, πέμψαντες ἐς Αἴγυπτον ἔδοσαν σφέας αὐτοὺς Ἀπρίῃ τῷ Αἰγύπτου βασιλέι.
"当大批人群聚集在库雷内时,周边的利比亚人以及他们名叫阿迪克兰的国王,因为被库雷内人剥夺了大量土地并遭受百般凌辱,便派使者前往埃及,将自己归顺于埃及国王阿普里伊斯。
§4.159.5ὁ δὲ συλλέξας στρατὸν Αἰγυπτίων πολλὸν ἔπεμψε ἐπὶ τὴν Κυρήνην.
于是,阿普里伊斯召集了大批埃及军队,派往库雷内。
οἱ δὲ Κυρηναῖοι ἐκστρατευσάμενοι ἐς Ἴρασα χῶρον καὶ ἐπὶ κρήνην Θέστην συνέβαλόν τε τοῖσι Αἰγυπτίοισι καὶ ἐνίκησαν τῇ συμβολῇ.
库雷内人出兵前往伊拉萨地区和忒斯忒斯泉旁,与埃及人交战,并在战斗中击败了他们。
§4.159.6ἅτε γὰρ οὐ πεπειρημένοι πρότερον οἱ Αἰγύπτιοι Ἑλλήνων καὶ παραχρεώμενοι διεφθάρησαν οὕτω ὥστε ὀλίγοι τινὲς αὐτῶν ἀπενόστησαν ἐς Αἴγυπτον.
因为埃及人以前从未与希腊人交手过,且对他们十分轻视,结果惨遭歼灭,以至于他们中只有极少数人返回了埃及。
ἀντὶ τούτων Αἰγύπτιοι καὶ ταῦτα ἐπιμεμφόμενοι Ἀπρίῃ ἀπέστησαν ἀπʼ αὐτοῦ.
由于这件事,并且将这些失败归咎于阿普里伊斯,埃及人便背叛了他。