§4.156.1μετὰ δὲ αὐτῷ τε τούτῳ καὶ τοῖσι ἄλλοισι Θηραίοισι συνεφέρετο παλιγκότως.
此后,无论是他本人还是其他泰拉人,事态都变得很不顺利。
ἀγνοεῦντες δὲ τὰς συμφορὰς οἱ Θηραῖοι ἔπεμπον ἐς Δελφοὺς περὶ τῶν παρεόντων κακῶν.
泰拉人不知道这些灾祸的原因,便为了眼前的祸事派人前往德尔斐请示。
§4.156.2ἡ δὲ Πυθίη σφι ἔχρησε συγκτίζουσι Βάττῳ Κυρήνην τῆς Λιβύης ἄμεινον πρήξειν.
皮提亚向他们宣告,如果他们与巴图斯一同在利比亚创筑库利奈,境遇就会好转。
ἀπέστελλον μετὰ ταῦτα τὸν Βάττον οἱ Θηραῖοι δύο πεντηκοντέροισι.
在此之后,泰拉人派了两艘五十桨战船,把巴图斯送了出去。
πλώσαντες δὲ ἐς τὴν Λιβύην οὗτοι, οὐ γὰρ εἶχον ὅ τι ποιέωσι ἄλλο, ὀπίσω ἀπαλλάσσοντο ἐς τὴν Θήρην.
这些人航行到了利比亚,但因为不知接下来该如何是好,便折返回到了泰拉。
§4.156.3οἱ δὲ Θηραῖοι καταγομένους ἔβαλλον καὶ οὐκ ἔων τῇ γῇ προσίσχειν, ἀλλʼ ὀπίσω πλώειν ἐκέλευον.
但泰拉人在他们试图靠岸时向他们投掷石块,不允许他们接岸,反而命令他们往回航行。
οἳ δὲ ἀναγκαζόμενοι ὀπίσω ἀπέπλεον καὶ ἔκτισαν νῆσον ἐπὶ Λιβύῃ κειμένην, τῇ οὔνομα, ὡς καὶ πρότερον εἰρέθη, ἐστὶ Βλατέα.
他们被迫折返航行,并在利比亚沿海的一个岛上建立了殖民地。 正如前文所说,这个岛的名字叫作普拉特亚。
λέγεται δὲ ἴση εἶναι ἡ νῆσος τῇ νῦν Κυρηναίων πόλι.
据说这个岛的面积与如今库利奈人的城市相当。