§4.156.1μετὰ δὲ αὐτῷ τε τούτῳ καὶ τοῖσι ἄλλοισι Θηραίοισι συνεφέρετο παλιγκότως.
After this, things turned out adversely for both this man himself and the other Theraeans.
ἀγνοεῦντες δὲ τὰς συμφορὰς οἱ Θηραῖοι ἔπεμπον ἐς Δελφοὺς περὶ τῶν παρεόντων κακῶν. §4.156.2ἡ δὲ Πυθίη σφι ἔχρησε συγκτίζουσι Βάττῳ Κυρήνην τῆς Λιβύης ἄμεινον πρήξειν.
The Theraeans, not knowing the cause of their misfortunes, sent messengers to Delphi to inquire about their present troubles. And the Pythia declared to them that they would fare better if they joined Battus in founding Cyrene in Libya.
ἀπέστελλον μετὰ ταῦτα τὸν Βάττον οἱ Θηραῖοι δύο πεντηκοντέροισι.
After this, the Theraeans sent Battus away with two fifty-oared ships.
πλώσαντες δὲ ἐς τὴν Λιβύην οὗτοι, οὐ γὰρ εἶχον ὅ τι ποιέωσι ἄλλο, ὀπίσω ἀπαλλάσσοντο ἐς τὴν Θήρην. §4.156.3οἱ δὲ Θηραῖοι καταγομένους ἔβαλλον καὶ οὐκ ἔων τῇ γῇ προσίσχειν, ἀλλʼ ὀπίσω πλώειν ἐκέλευον.
These men sailed to Libya, but since they did not know what else to do, they departed back to Thera. But the Theraeans pelted them as they were putting to shore, and would not allow them to touch land, but ordered them to sail back.
οἳ δὲ ἀναγκαζόμενοι ὀπίσω ἀπέπλεον καὶ ἔκτισαν νῆσον ἐπὶ Λιβύῃ κειμένην, τῇ οὔνομα, ὡς καὶ πρότερον εἰρέθη, ἐστὶ Βλατέα.
And being forced, they sailed back and founded a settlement on an island lying off Libya, whose name, as was also said before, is Platea.
λέγεται δὲ ἴση εἶναι ἡ νῆσος τῇ νῦν Κυρηναίων πόλι.
And the island is said to be equal in size to the present city of the Cyrenaeans.