Humanitext Reader

希罗多德 · 历史 §4.155.1-4.155.4

巴图斯的出生与殖民利比亚的神托

第 719 段,共 1577 段 · 希腊语

内容简介

弗罗妮美与波吕姆内斯托斯之子巴图斯成年后因声音问题前往德尔斐求神托,却意外被命令去殖民利比亚。

§4.155.1ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος, ἐπαλλακεύετο.
此后,泰拉人中的一位显赫人物波吕姆内斯托斯收留了弗罗妮美,并纳她为妾。
χρόνου δὲ περιιόντος ἐξεγένετό οἱ παῖς ἰσχόφωνος καὶ τραυλός, τῷ οὔνομα ἐτέθη Βάττος, ὡς Θηραῖοι τε καὶ Κυρηναῖοι λέγουσι, ὡς μέντοι ἐγὼ δοκέω, ἄλλο τι·
随着时间的流逝,他得了一个口吃且大舌头的儿子,据泰拉人和库利奈人所说,这孩子被取名为巴图斯;然而在我看来,是别的名字。
§4.155.2Βάττος δὲ μετωνομάσθη, ἐπείτε ἐς Λιβύην ἀπίκετο, ἀπό τε τοῦ χρηστηρίου τοῦ γενομένου ἐν Δελφοῖσι αὐτῷ καὶ ἀπὸ τῆς τιμῆς τὴν ἔσχε τὴν ἐπωνυμίην ποιεύμενος.
但他是在抵达利比亚时被改名为巴图斯的,这个名字是根据他在德尔斐得到的神托,以及他后来获得的尊贵地位而得来的。
Λίβυες γὰρ βασιλέα βάττον καλέουσι, καὶ τούτου εἵνεκα δοκέω θεσπίζουσαν τὴν Πυθίην καλέσαι μιν Λιβυκῇ γλώσσῃ, εἰδυῖαν ὡς βασιλεὺς ἔσται ἐν Λιβύῃ.
因为利比亚人把国王称为“巴图斯”,正是由于这个原因,我认为传达神谕的皮提亚用利比亚语如此称呼他,因为她知道他将在利比亚成为国王。
§4.155.3ἐπείτε γὰρ ἠνδρώθη οὗτος, ἦλθε ἐς Δελφοὺς περὶ τῆς φωνῆς· ἐπειρωτῶντι δέ οἱ χρᾷ ἡ Πυθίη τάδε. " Βάττʼ ἐπὶ φωνὴν ἦλθες. ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα, " ὥσπερ εἰ εἴποι Ἑλλάδι γλώσσῃ χρεωμένη ὦ βασιλεῦ, ἐπὶ φωνὴν ἦλθες.
因为当这人成年后,他为了自己的声音问题前往德尔斐;当他发问时,皮提亚向他传达了如下神托: “巴图斯,你为声音而来;而主宰福玻斯·阿波罗派你前往牧羊的利比亚,作为殖民开拓者,” 这就好像她用希腊语说:“国王啊,你为声音而来”一样。
§4.155.4ὃ δʼ ἀμείβετο τοῖσιδε. ὦναξ, ἐγὼ μὲν ἦλθον παρὰ σὲ χρησάμενος περὶ τῆς φωνῆς, σὺ δέ μοι ἄλλα ἀδύνατα χρᾷς, κελεύων Λιβύην ἀποικίζειν τέῳ δυνάμι, κοίῃ χειρί;
而他则用这些话回答道: “主宰啊,我来到您这里确实是为了请示关于我声音的事,您却向我宣告其他不可能的事,命令我去殖民利比亚;以什么样的力量,用什么样的手段呢?
ταῦτα λέγων οὐκὶ ἔπειθε ἄλλα οἱ χρᾶν· ὡς δε κατὰ ταὐτὰ ἐθέσπιζέ οἱ καὶ πρότερον, οἴχετο μεταξὺ ἀπολιπὼν ὁ Βάττος ἐς τὴν Θήρην.
” 他虽这样说,却无法说服她给他另一个神托;当她像以前一样对他做相同的预言时,巴图斯便半途放弃,径自离去回到了泰拉。

词汇与语法注释

  1. 4.155.1ἄλλο τι — 名词 ὄνομα(名字)或动词 ἐτέθη(被取名)的省略。这表明希罗多德自己认为这孩子最初并非名叫“巴图斯”。
  2. 4.155.2τὴν ἐπωνυμίην ποιεύμενος — 现在分词中动态,意为“(为自己)获得/采用这个别称(ἐπωνυμίην)”。它取决于由 ἀπό ... 开始的介词短语,用以解释他如何获得这一名字。
  3. 4.155.3ὥσπερ εἰ εἴποι — 由 ὥσπερ εἰ(正如、仿佛)后接希求法 εἴποι 构成的假设比较句。用以说明皮提亚使用等同于希腊语“国王”的利比亚语这一词汇的奇妙之处。
  4. 4.155.4τέῳ δυνάμι — 单词 τέῳ 是疑问代词 τίς 的爱奥尼亚方言单数与格形式(相当于雅典方言的 τίνι),修饰阴性单数与格名词 δυνάμι(= δυνάμει)。
  5. 4.155.4μεταξὺ ἀπολιπὼν — 副词 μεταξύ 与分词结合,表示“在……的过程中”或“半途放弃”。这里意味着巴图斯在神托交涉的中途放弃并径自离去。

引用这一段

希罗多德, 历史 §4.155.1-4.155.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.155.1-4.155.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。