§4.154.1ταῦτα δὲ Θηραῖοι λέγουσι, τὰ δʼ ἐπίλοιπα τοῦ λόγου συμφέρονται ἤδη Θηραῖοι Κυρηναίοισι.
这些是泰拉人所说的话,而关于故事的其余部分,泰拉人从此便与库利奈人相一致。
Κυρηναῖοι γὰρ τὰ περὶ Βάττον οὐδαμῶς ὁμολογέουσι Θηραίοισι λέγουσι γὰρ οὕτω.
因为库利奈人在关于巴图斯的事情上绝不赞同泰拉人的说法;他们是这样说的。
ἔστι τῆς Κρήτης Ὀαξὸς πόλις, ἐν τῇ ἐγένετο Ἐτέαρχος βασιλεύς, ὃς ἐπὶ θυγατρὶ ἀμήτορι τῇ οὔνομα ἦν Φρονίμη, ἐπὶ ταύτῃ ἔγημε ἄλλην γυναῖκα.
在克里特有一个名叫奥阿克索斯的城市,埃特阿尔科斯在那里成了国王。 他除了一名没有母亲、名叫弗罗妮美的女儿之外,又在她的地位之上娶了另一个女人。
§4.154.2ἣ δὲ ἐπεσελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ, παρέχουσα τε κακὰ καὶ πᾶν ἐπʼ αὐτῇ μηχανωμένη, καὶ τέλος μαχλοσύνην ἐπενείκασά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω.
而这个新进门的女人认为自己在实际行动中也理应对弗罗妮美作一个继母,既给她带来灾祸,又针对她策划一切阴谋,最后她诬陷她淫乱,并使丈夫相信事情就是这样。
ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐκ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί.
而被妻子说服的丈夫,便对女儿策划了不道德的勾当。
§4.154.3ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπορος ἐν τῇ Ὀαξῷ· τοῦτον ὁ Ἐτέαρχος παραλαβὼν ἐπὶ ξείνια ἐξορκοῖ ἦ μέν οἱ διηκονήσειν ὅ τι ἂν δεηθῇ.
因为当时在奥阿克索斯确实有一个名叫塞米松的泰拉人商人;埃特阿尔科斯将他接纳为宾客,并让他宣誓一定要在一切所求之事上为他效劳。
ἐπείτε δὴ ἐξώρκωσε, ἀγαγών οἱ παραδιδοῖ τὴν ἑωυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶσαι ἀπαγαγόντα.
当他让他宣誓之后,便把自己的女儿带来交给他,并命令他把她带走扔进海里。
§4.154.4ὁ δὲ Θεμίσων περιημεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξεινίην ἐποίεε τοιάδε· παραλαβὼν τὴν παῖδα ἀπέπλεε· ὡς δὲ ἐγίνετο ἐν τῷ πελάγεϊ, ἀποσιεύμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου, σχοινίοισι αὐτὴν διαδήσας κατῆκε ἐς τὸ πέλαγος, ἀνασπάσας δὲ ἀπίκετο ἐς τὴν Θήρην.
但塞米松对这誓言的欺骗感到极为愤怒,并解除了宾客关系,采取了如下行动:他带上女孩便启航;当他来到公海时,为了洗刷埃特阿尔科斯强加给他的誓言,他用绳子将她捆绑并放入海中,接着又把她拉上来,随后抵达了泰拉。