Humanitext Reader

希罗多德 · 历史 §4.152.1-4.152.5

萨摩斯船漂至塔尔特苏斯与巨富

第 716 段,共 1577 段 · 希腊语

内容简介

科罗比奥斯获得一艘萨摩斯船只的救援,该船随后被风吹至塔尔特苏斯并赚取了巨额财富。萨摩斯人将部分利润献纳给赫拉神庙,并由此与泰拉及昔兰尼结下友谊。

§4.152.1ἀποδημεόντων δὲ τούτων πλέω χρόνον τοῦ συγκειμένου τὸν Κορώβιον ἐπέλιπε τὰ πάντα, μετὰ δὲ ταῦτα νηῦς Σαμίη, τῆς ναύκληρος ἦν Κωλαῖος, πλέουσα ἐπʼ Αἰγύπτου ἀπηνείχθη ἐς τὴν Πλατέαν ταύτην·
然而,由于这些人的在外逗留时间超过了约定,科罗比奥斯的一切粮食都耗尽了。 在此之后,一艘由科莱乌斯担任船长的萨摩斯船只,在驶往埃及的途中被风吹到了这个普拉泰亚岛。
πυθόμενοι δὲ οἱ Σάμιοι παρὰ τοῦ Κορωβίου τὸν πάντα λόγον, σιτία οἱ ἐνιαυτοῦ καταλείπουσι.
萨摩斯人从科罗比奥斯那里听说了事情的始末,便给他留下了足够吃一年的粮食。
§4.152.2αὐτοὶ δὲ ἀναχθέντες ἐκ τῆς νήσου καὶ γλιχόμενοι Αἰγύπτου ἔπλεον, ἀποφερόμενοι ἀπηλιώτῃ ἀνέμῳ·
他们自己从该岛启航,极力向埃及驶去,却被东风吹离了航线。
καὶ οὐ γὰρ ἀνίει τὸ πνεῦμα, Ἡρακλέας στήλας διεκπερήσαντες ἀπίκοντο ἐς Ταρτησσόν, θείῃ πομπῇ χρεώμενοι.
由于风势毫无减弱,他们穿过了赫拉克勒斯之柱,在神意的引导下抵达了塔尔特苏斯。
§4.152.3τὸ δὲ ἐμπόριον τοῦτο ἦν ἀκήρατον τοῦτον τὸν χρόνον, ὥστε ἀπονοστήσαντες οὗτοι ὀπίσω μέγιστα δὴ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἀτρεκείην ἴδμεν ἐκ φορτίων ἐκέρδησαν, μετά γε Σώστρατον τὸν Λαοδάμαντος Αἰγινήτην· τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ ἐρίσαι ἄλλον.
当时这个贸易口岸尚未被他人染指,因此这些人返回家乡后,从货物中赚取了在我们所确知的所有希腊人中最大的一笔利润,这仅次于拉奥达马斯之子、埃吉纳人索斯特拉托斯,因为任何人都是无法与他竞争的。
§4.152.4οἱ δὲ Σάμιοι τὴν δεκάτην τῶν ἐπικερδίων ἐξελόντες ἓξ τάλαντα ἐποιήσαντο χαλκήιον κρητῆρος Ἀργολικοῦ τρόπον· πέριξ δὲ αὐτοῦ γρυπῶν κεφαλαὶ πρόκροσσοί εἰσι.
萨摩斯人取出利润的十分之一,价值六塔兰同,制成了一个阿耳戈斯式混合盆形状的青铜器,其周围装饰着凸出的格里芬头像。
καὶ ἀνέθηκαν ἐς τὸ Ἥραιον, ὑποστήσαντες αὐτῷ τρεῖς χαλκέους κολοσσοὺς ἑπταπήχεας τοῖσι γούνασι ἐρηρεισμένους.
他们将其献纳在赫拉神庙中,并在其下方托以三尊高七肘、呈双膝着地支撑状的青铜巨像。
§4.152.5Κυρηναίοισι δὲ καὶ Θηραίοισι ἐς Σαμίους ἀπὸ τούτου τοῦ ἔργου πρῶτα φιλίαι μεγάλαι συνεκρήθησαν.
自此以后,昔兰尼人和泰拉人与萨摩斯人之间结下了最初的深厚友谊。

词汇与语法注释

  1. §4.152.1ἀποδημεόντων δὲ τούτων πλέω χρόνον τοῦ συγκειμένου — 属格独立结构 `ἀποδημεόντων δὲ τούτων`(由于这些人不在)受到表示时间持续的宾格 `πλέω χρόνον`(更长时间)的修饰,而中性分词属格 `τοῦ συγκειμένου` 则作为比较级 `πω`(`πλείονα` 的缩约形)的比较对象(“比约定好的”)。
  2. §4.152.1τὸν Κορώβιον ἐπέλιπε τὰ πάντα — 动词 `ἐπιλείπω`(耗尽、匮乏)在此以耗尽的事物(此处为 `τὰ πάντα`“一切东西/粮食”)为主语,而以遭受匮乏的对象(`τὸν Κορώβιον`)为宾格宾语。这与汉语中“科罗比奥斯耗尽了一切”的施受关系相反。
  3. §4.152.2καὶ οὐ γὰρ ἀνίει — 虽然 `γάρ` 的位置不规则,但这是带有否定的 `καὶ γάρ`(因为……不)以 `καὶ οὐ γάρ` 的顺序出现。动词 `ἀνίει` 是 `ἀνίημι` 的未完成过去时第三人称单数,在此用作不及物动词,意为“(风势)减弱、平息”。
  4. §4.152.3τῶν ἡμεῖς ἀτρεκείην ἴδμεν — 关系代词 `τῶν` 与其先行词 `Ἑλλήνων πάντων` 一致而采用属格。`ἴδμεν` 是 `οἶδα` 的第一人称复数现在时,为爱奥尼亚及史诗方言形。`ἀτρεκείην` 是表示“确切”的宾格,在此作副词性修饰动词(意为“确切地知道”)。
  5. §4.152.4τοῖσι γούνασι ἐρηρεισμένους — `ἐρηρεισμένους` 是 `ἐρείδω`(支撑、压紧)的完成时被动分词阳性宾格复数,修饰 `κολοσσούς`。与格的 `τοῖσι γούνασι` 意为“用双膝”,描述了巨像“双膝着地支撑着(器皿)”或“以双膝为支点”的姿态。

引用这一段

希罗多德, 历史 §4.152.1-4.152.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.152.1-4.152.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。