§4.152.1ἀποδημεόντων δὲ τούτων πλέω χρόνον τοῦ συγκειμένου τὸν Κορώβιον ἐπέλιπε τὰ πάντα, μετὰ δὲ ταῦτα νηῦς Σαμίη, τῆς ναύκληρος ἦν Κωλαῖος, πλέουσα ἐπʼ Αἰγύπτου ἀπηνείχθη ἐς τὴν Πλατέαν ταύτην· πυθόμενοι δὲ οἱ Σάμιοι παρὰ τοῦ Κορωβίου τὸν πάντα λόγον, σιτία οἱ ἐνιαυτοῦ καταλείπουσι.
Since these men were away for a longer time than had been agreed upon, Corobius ran out of all his provisions. After this, however, a Samian ship, of which Colaeus was the master, sailing for Egypt, was carried out of her course to this island of Platea; and the Samians, having learned the whole story from Corobius, left him provisions for a year.
§4.152.2αὐτοὶ δὲ ἀναχθέντες ἐκ τῆς νήσου καὶ γλιχόμενοι Αἰγύπτου ἔπλεον, ἀποφερόμενοι ἀπηλιώτῃ ἀνέμῳ· καὶ οὐ γὰρ ἀνίει τὸ πνεῦμα, Ἡρακλέας στήλας διεκπερήσαντες ἀπίκοντο ἐς Ταρτησσόν, θείῃ πομπῇ χρεώμενοι.
They themselves put to sea from the island and sailed on, desiring to reach Egypt, but were carried away by an easterly wind; and as the wind did not abate, they passed through the Pillars of Heracles and, under divine guidance, arrived at Tartessus.
§4.152.3τὸ δὲ ἐμπόριον τοῦτο ἦν ἀκήρατον τοῦτον τὸν χρόνον, ὥστε ἀπονοστήσαντες οὗτοι ὀπίσω μέγιστα δὴ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἀτρεκείην ἴδμεν ἐκ φορτίων ἐκέρδησαν, μετά γε Σώστρατον τὸν Λαοδάμαντος Αἰγινήτην· τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ ἐρίσαι ἄλλον.
This market was at that time untouched, so that these men, on their return home, made the greatest profit from their cargo of all the Greeks of whom we have accurate knowledge, after Sostratus, at least, the son of Laodamas, the Aeginetan; for with him it is not possible for any other to compete.
§4.152.4οἱ δὲ Σάμιοι τὴν δεκάτην τῶν ἐπικερδίων ἐξελόντες ἓξ τάλαντα ἐποιήσαντο χαλκήιον κρητῆρος Ἀργολικοῦ τρόπον· πέριξ δὲ αὐτοῦ γρυπῶν κεφαλαὶ πρόκροσσοί εἰσι.
The Samians, taking a tenth part of their profits, which amounted to six talents, made a bronze vessel after the fashion of an Argolic crater; around it there are griffin heads projecting.
καὶ ἀνέθηκαν ἐς τὸ Ἥραιον, ὑποστήσαντες αὐτῷ τρεῖς χαλκέους κολοσσοὺς ἑπταπήχεας τοῖσι γούνασι ἐρηρεισμένους.
This they dedicated in the Heraeum, having supported it with three bronze colossal statues, seven cubits high, resting upon their knees.
§4.152.5Κυρηναίοισι δὲ καὶ Θηραίοισι ἐς Σαμίους ἀπὸ τούτου τοῦ ἔργου πρῶτα φιλίαι μεγάλαι συνεκρήθησαν.
From this deed, great friendships were first cemented between the Cyrenaeans and Theraeans on one side and the Samians on the other.