§4.153.1οἱ δὲ Θηραῖοι ἐπείτε τὸν Κορώβιον λιπόντες ἐν τῇ νήσῳ ἀπίκοντο ἐς τὴν Θήρην, ἀπήγγελλον ὥς σφι εἴη νῆσος ἐπὶ Λιβύῃ ἐκτισμένη.
而泰拉人在将科罗比奥斯留给岛上并返回泰拉后,报告说他们在利比亚附近已建立了一个岛屿殖民地。
Θηραίοισι δὲ ἕαδε ἀδελφεόν τε ἀπʼ ἀδελφεοῦ πέμπειν πάλῳ λαγχάνοντα καὶ ἀπὸ τῶν χώρων ἁπάντων ἑπτὰ ἐόντων ἄνδρας, εἶναι δὲ σφέων καὶ ἡγεμόνα καὶ βασιλέα Βάττον.
于是泰拉人决议,从每对兄弟中通过抽签派遣一人,并从全部共七个地区中派遣男子,且由巴图斯担任他们的领袖和国王。
οὕτω δὴ στέλλουσι δύο πεντηκοντέρους ἐς τὴν Πλατέαν.
这样,他们便派遣了两艘五十桨船前往普拉泰亚。