§4.149.1ὁ δὲ παῖς οὐ γὰρ ἔφη οἱ συμπλεύσεσθαι, τοιγαρῶν ἔφη αὐτὸν καταλείψειν ὄιν ἐν λύκοισι.
因为他的儿子说不愿与他一同航行,塞拉斯便说要把他留下,就像留在狼群中的一只羊。
ἐπὶ του ἔπεος τούτου οὔνομα τῷ νεηνίσκῳ τούτῳ Οἰόλυκος ἐγένετο, καί κως τὸ οὔνομα τοῦτο ἐπεκράτησε.
由于这句话,这个年轻人的名字成了奥奥吕科斯,并且不知怎么地,这个名字流传了下来。
Οἰολύκου δὲ γίνεται Αἰγεύς, ἐπʼ οὗ Αἰγεῖδαι καλέονται φυλὴ μεγάλη ἐν Σπάρτῃ.
奥奥吕科斯生了埃勾斯,斯巴达的一个大部落埃勾斯族就是因他而得名。
§4.149.2τοῖσι δὲ ἐν τῇ φυλῇ ταύτῃ ἀνδράσι οὐ γὰρ ὑπέμειναν τὰ τέκνα, ἱδρύσαντο ἐκ θεοπροπίου Ἐρινύων τῶν Λαΐου τε καὶ Οἰδιπόδεω ἱρόν· καὶ μετὰ τοῦτο ὑπέμειναν τὠυτὸ τοῦτο καὶ ἐν Θήρῃ τοῖσι ἀπὸ τῶν ἀνδρῶν τούτων γεγονόσι.
因为这个部落里男人们的孩子都活不下来,他们便根据神谕,为莱乌斯和俄狄浦斯的复仇女神们建立了一座神庙;自此之后,孩子们便活了下来,而同样的事情也发生在泰拉岛上这些人的后代身上。