Humanitext Reader

希罗多德 · 历史 §4.129.1-4.129.3

波斯军中的驴和骡对斯基泰骑兵的干扰

第 693 段,共 1577 段 · 希腊语

内容简介

作者解释说,由于寒冷,斯基泰地区不产驴和骡,波斯营地里这些动物的叫声和形象使斯基泰人的马匹受惊,从而阻碍了他们的进攻。

§4.129.1τὸ δὲ τοῖσι Πέρσῃσι τε ἦν σύμμαχον καὶ τοῖσι Σκύθῃσι ἀντίξοον ἐπιτιθεμένοισι τῷ Δαρείου στρατοπέδῳ, θῶμα μέγιστον ἐρέω, τῶν τε ὄνων ἡ φωνὴ καὶ τῶν ἡμιόνων τὸ εἶδος.
至于那件对波斯人有利、而对袭击大流士营地的斯基泰人不利的事物——我将称之为极奇特的事物——那就是驴子的叫声和骡子的形象。
§4.129.2οὔτε γὰρ ὄνον οὔτε ἡμίονον γῆ ἡ Σκυθικὴ φέρει, ὡς καὶ πρότερόν μοι δεδήλωται, οὐδὲ ἔστι ἐν τῇ Σκυθικῇ πάσῃ χώρῃ τὸ παράπαν οὔτε ὄνος οὔτε ἡμίονος διὰ τὰ ψύχεα.
因为正如我先前已经说明的那样,斯基泰人的土地既不产驴也不产骡,而且由于寒冷,在整个斯基泰地区根本没有任何驴或骡。
ὑβρίζοντες ὧν οἱ ὄνοι ἐτάρασσον τὴν ἵππον τῶν Σκυθέων.
因此,那些放声乱叫的驴子便使斯基泰人的马匹陷入了混乱。
§4.129.3πολλάκις δὲ ἐπελαυνόντων ἐπὶ τοὺς Πέρσας μεταξὺ ὅκως ἀκούσειαν οἱ ἵπποι τῶν ὄνων τῆς φωνῆς, ἐταράσσοντο τε ὑποστρεφόμενοι καὶ ἐν θώματι ἔσκον, ὀρθὰ ἱστάντες τὰ ὦτα, ἅτε οὔτε ἀκούσαντες πρότερον φωνῆς τοιαύτης οὔτε ἰδόντες τὸ εἶδος.
每当斯基泰人向波斯人发起冲锋时,往往在途中,马匹一听到驴子的叫声,就会转头乱窜并陷入混乱,它们直立起耳朵,惊愕地呆立着,因为它们以前既没有听过这样的声音,也没有见过这样的形象。

词汇与语法注释

  1. §4.129.1ἐπιτιθεμένοισι — 与格现在分词(伊奥尼亚方言形式,相当于雅典方言的 ἐπιτιθεμένοις),修饰 τοῖσι Σκύθῃσι(斯基泰人),描述其动作,意为“当他们袭击(大流士营地)时”。
  2. §4.129.3ἐπελαυνόντων — 复数现在分词的属格独立结构(genitive absolute)。由于上下文逻辑主语(斯基泰人)显而易见,因此被省略,意为“当他们发起冲锋时”。
  3. §4.129.3ὅκως ἀκούσειαν — 伊奥尼亚方言连词 ὅκως(相当于雅典方言的 ὅπως 或 ὁπότε)后接不定过去时希求法(optative),表示过去反复发生的情况(“每当听到”)。

引用这一段

希罗多德, 历史 §4.129.1-4.129.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.129.1-4.129.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。