Humanitext Reader

希罗多德 · 历史 §4.127.1-4.127.4

伊丹叙尔索斯王的答复与应战条件

第 691 段,共 1577 段 · 希腊语

内容简介

斯基泰国王伊丹叙尔索斯回复大流士,表示由于没有可失去的城市和耕地所以不战,但若祖先的坟墓被破坏则会交战。他声明只承认宙斯和赫斯提亚为主人,并对大流士予以嘲讽。

§4.127.1πρὸς ταῦτα ὁ Σκυθέων βασιλεὺς Ἰδάνθυρσος λέγει τάδε. οὕτω τὸ ἐμὸν ἔχει, ὦ Πέρσα.
对此,斯基泰人的国王伊丹叙尔索斯回答如下: “波斯人啊,我的情况就是这样。
ἐγὼ οὐδένα κω ἀνθρώπων δείσας ἔφυγον οὔτε πρότερον οὔτε νῦν σὲ φεύγω, οὐδέ τι νεώτερον εἰμὶ ποιήσας νῦν ἢ καὶ ἐν εἰρήνῃ ἐώθεα ποιέειν.
我以前从未因害怕任何人而逃跑,现在也不是在躲避你;而且我现在所做的事,与我在和平时期习惯做的事相比,并无任何新奇之处。
§4.127.2ὅ τι δὲ οὐκ αὐτίκα μάχομαι τοι, ἐγὼ καὶ τοῦτο σημανέω.
至于我为何不立刻与你交战,我也来解释一下。
ἡμῖν οὔτε ἄστεα οὔτε γῆ πεφυτευμένη ἐστί, τῶν πέρι δείσαντες μὴ ἁλῷ ἢ καρῇ ταχύτερον ἂν ὑμῖν συμμίσγοιμεν ἐς μάχην.
我们既没有城市,也没有耕作的土地,我们不会因为害怕这些东西被占领或被蹂躏,而更急于同你们交战。
εἰ δὲ δέοι πάντως ἐς τοῦτο κατὰ τάχος ἀπικνέεσθαι, τυγχάνουσι ἡμῖν ἐόντες τάφοι πατρώιοι·
但如果无论如何都必须尽快走到这一步,我们恰好有先祖的坟墓。
§4.127.3φέρετε, τούτους ἀνευρόντες συγχέειν πειρᾶσθε αὐτούς, καὶ γνώσεσθε τότε εἴτε ὑμῖν μαχησόμεθα περὶ τῶν τάφων εἴτε καὶ οὐ μαχησόμεθα.
来吧,去找到这些坟墓并试着破坏它们,那时你们就会知道,我们究竟会不会为了这些坟墓与你们战斗。
πρότερον δέ, ἢν μὴ ἡμέας λόγος αἱρέῃ, οὐ συμμίξομεν τοι.
但在那之前,除非有理智说服我们,否则我们不会与你交战。
§4.127.4ἀμφὶ μὲν μάχῃ τοσαῦτα εἰρήσθω, δεσπότας δὲ ἐμοὺς ἐγὼ Δία τε νομίζω τὸν ἐμὸν πρόγονον καὶ Ἱστίην τὴν Σκυθέων βασίλειαν μούνους εἶναι.
关于战斗的事,就说这么多吧;至于我的主人,我认为只有我的祖先宙斯和斯基泰人的王后赫斯提亚才是。
σοὶ δὲ ἀντὶ μὲν δώρων γῆς τε καὶ ὕδατος δῶρα πέμψω τοιαῦτα οἷα σοὶ πρέπει ἐλθεῖν, ἀντὶ δὲ τοῦ ὅτι δεσπότης ἔφησας εἶναι ἐμός, κλαίειν λέγω.
至于你,作为土和水礼物的替代,我会给你送去适合你接受的礼物;而对于你说你是我的主人一事,我叫你去哭泣吧。
τοῦτο ἐστὶ ἡ ἀπὸ Σκυθέων ῥῆσις.
” 这就是所谓的“斯基泰人的回答”。

词汇与语法注释

  1. 127.1οὕτω τὸ ἐμὸν ἔχει — 该短语将名词化的中性单数代词 τὸ ἐμὸν(“我的事情”、“我的状况”)作为主语,与作不及物动词使用、表示“处于某种状态”的 ἔχει 相结合,意思是“我的情况就是这样”或“我的作风就是这样”。
  2. 127.1νεώτερον εἰμὶ ποιήσας — 由系动词 εἰμί 和不定过去时分词 ποιήσας 构成的迂言(周边)结构。在语义上接近完成时(“我没有做过”),强调了与过去习惯性行为的对比。
  3. 127.2δείσαντες μὴ ἁλῷ ἢ καρῇ — 在表示担忧的分词 δείσαντες(“害怕”)之后,连词 μή 引导虚拟式动词(ἁλῷ 和 καρῇ,均为不定过去时被动虚拟式),形成一个名词性从句,表示“担心它们被占领或被蹂躏”。
  4. 127.2τυγχάνουσι ἡμῖν ἐόντες — 动词 τυγχάνω 与主格分词 ἐόντες(εἰμί 的爱奥尼亚方言形式)相结合,表示“碰巧有”,其中与格 ἡμῖν 起领有与格的作用(“我们恰好有”)。
  5. 127.3ἢν μὴ ἡμέας λόγος αἱρέῃ — 动词 αἱρέω 在此作为惯用表达,表示“道理或理智说服/打动(某人)”。直译为“除非理智说服我们”。
  6. 127.4κλαίειν λέγω — 希腊语惯用表达,字面意思是“我叫你去哭”,用于表达对对方的强烈拒绝、蔑视或诅咒(“去哭吧”、“自讨苦吃去吧”)。

引用这一段

希罗多德, 历史 §4.127.1-4.127.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.127.1-4.127.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。