Humanitext Reader

希罗多德 · 历史 §4.120.1-4.120.4

斯基泰人的焦土退却与诱敌之策

第 684 段,共 1577 段 · 希腊语

内容简介

得知结盟失败后,斯基泰人决定避免正面交锋,采取焦土政策并分兵退却。他们计划将波斯军队引诱至拒绝结盟的邻族领土内,以迫使这些民族卷入战争。

§4.120.1ταῦτα ὡς ἀπενειχθέντα ἐπύθοντο οἱ Σκύθαι, ἐβουλεύοντο ἰθυμαχίην μὲν μηδεμίαν ποιέεσθαι ἐκ τοῦ ἐμφανέος, ὅτε δὴ σφι οὗτοι γε σύμμαχοι οὐ προσεγίνοντο, ὑπεξιόντες δὲ καὶ ὑπεξελαύνοντες τὰ φρέατα τὰ παρεξίοιεν αὐτοὶ καὶ τὰς κρήνας συγχοῦν, τὴν ποίην τε ἐκ τῆς γῆς ἐκτρίβειν, διχοῦ σφέας διελόντες.
斯基泰人得知这些答复被带回后,鉴于这些人并没有作为盟友加入他们,他们决定不进行任何公开的正面决战,而是逐步退避并赶着牲畜撤退,同时将自己分为两部分,沿途填埋他们自己经过的水井和泉水,并将土地上的牧草摧毁殆尽。
§4.120.2καὶ πρὸς μὲν τὴν μίαν τῶν μοιρέων, τῆς ἐβασίλευε Σκώπασις, προσχωρέειν Σαυρομάτας· τούτους μὲν δὴ ὑπάγειν, ἢν ἐπὶ τοῦτο τράπηται ὁ Πέρσης ἰθὺ Τανάιδος ποταμοῦ παρὰ τὴν Μαιῆτιν λίμνην ὑποφεύγοντας, ἀπελαύνοντος τε τοῦ Πέρσεω ἐπιόντας διώκειν.
在由斯科帕西斯统治的其中一部分军队中,萨乌罗马泰人应加入其中;如果波斯人转向这个方向,他们就应当慢慢退却,沿着迈奥提斯湖径直朝塔奈斯河逃跑,而当波斯人撤退时,他们则应当跟进追击。
αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης, τεταγμένη ταύτην τὴν ὁδὸν ἥ περ εἴρηται· §4.120.3τὰς δὲ δύο τῶν βασιληίων, τήν τε μεγάλην τῆς ἦρχε Ἰδάνθυρσος καὶ τὴν τρίτην τῆς ἐβασίλευε Τάξακις, συνελθούσας ἐς τὠυτὸ καὶ Γελωνῶν τε καὶ Βουδίνων προσγενομένων, ἡμέρης καὶ τούτους ὁδῷ προέχοντας τῶν Περσέων ὑπεξάγειν, ὑπιόντας τε καὶ ποιεῦντας τὰ βεβουλευμένα·
这是他们王国军队的其中一部分,被指派了刚才提到的这条路线;而至于王国的另外两部分军队,即由伊丹叙尔索斯统领的大部队以及由塔克萨基斯统治的第三部分,联合在一起,且格洛诺斯人和布迪诺斯人也加入进来后,他们也应当比波斯人领先一天的路程逐步撤退,在避开的同时执行所策划的方案。
§4.120.4πρῶτα μέν νυν ὑπάγειν σφέας ἰθὺ τῶν χωρέων τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην, ἵνα καὶ τούτους ἐκπολεμώσωσι· εἰ γὰρ μὴ ἑκόντες γε ὑπέδυσαν τὸν πόλεμον τὸν πρὸς Πέρσας, ἀλλʼ ἀέκοντας ἐκπολεμώσειν·
首先,他们应当径直退向那些拒绝与他们结盟的国家的领土,目的是为了让这些人也卷入战争;因为,如果他们不肯自愿承担对抗波斯人的战争,那就要迫使他们违背意愿地卷入战争。
μετὰ δὲ τοῦτο ὑποστρέφειν ἐς τὴν σφετέρην καὶ ἐπιχειρέειν, ἢν δὴ βουλευομένοισι δοκέῃ.
此后,他们将返回自己的土地并展开反击,如果他们在商议后认为可行的话。

词汇与语法注释

  1. 4.120.1ταῦτα ὡς ἀπενειχθέντα ἐπύθοντο — 连词 ὡς 与分词 ἀπενειχθέντα(ἀποφέρω 的无定过去时被动分词中性复数)连用,在表示“得知”的动词 ἐπύθοντο 后引出间接陈述,意为“得知这些答复已被带回”。
  2. 4.120.1ἰθυμαχίην μὲν μηδεμίαν ποιέεσθαι ... συγχοῦν, τὴν ποίην τε ... ἐκτρίβειν — 这些不定式(ποιέεσθαι, συγχοῦν, ἐκτρίβειν)均依附于主动词 ἐβουλεύοντο(“他们决定”)。否定词使用 μηδεμίαν(属于 μή 类)而非 οὐ,是因为它表达的是主观的决心或意图而非客观事实。
  3. 4.120.2προσχωρέειν ... ὑπάγειν ... διώκειν — 这些处于间接陈述中的不定式延续了前文决定(ἐβουλεύοντο)的语气,用于指示各部队应当采取的战略行动。
  4. 4.120.4ἀέκοντας ἐκπολεμώσειν — 将来时不定式 ἐκπολεμώσειν 的主语是省略的斯基泰人,而宾格的 ἀέκοντας(“违背意愿地”)则是其宾语,指代那些拒绝结盟的国家。

引用这一段

希罗多德, 历史 §4.120.1-4.120.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.120.1-4.120.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。