§4.120.1ταῦτα ὡς ἀπενειχθέντα ἐπύθοντο οἱ Σκύθαι, ἐβουλεύοντο ἰθυμαχίην μὲν μηδεμίαν ποιέεσθαι ἐκ τοῦ ἐμφανέος, ὅτε δὴ σφι οὗτοι γε σύμμαχοι οὐ προσεγίνοντο, ὑπεξιόντες δὲ καὶ ὑπεξελαύνοντες τὰ φρέατα τὰ παρεξίοιεν αὐτοὶ καὶ τὰς κρήνας συγχοῦν, τὴν ποίην τε ἐκ τῆς γῆς ἐκτρίβειν, διχοῦ σφέας διελόντες.
スキタイ人はこれらの知らせが持ち帰られたことを知ると、彼らが味方として加わらなかったからには、公然たる正面衝突は一切行わないことを決め、自分たちが通り過ぎる井戸を塞ぎ、泉を埋め、土地から草を荒らし尽くしながら、自らを二つの部隊に分けたうえで、じわじわと退却し退避することを取り決めた。
§4.120.2καὶ πρὸς μὲν τὴν μίαν τῶν μοιρέων, τῆς ἐβασίλευε Σκώπασις, προσχωρέειν Σαυρομάτας· τούτους μὲν δὴ ὑπάγειν, ἢν ἐπὶ τοῦτο τράπηται ὁ Πέρσης ἰθὺ Τανάιδος ποταμοῦ παρὰ τὴν Μαιῆτιν λίμνην ὑποφεύγοντας, ἀπελαύνοντος τε τοῦ Πέρσεω ἐπιόντας διώκειν.
そして、スコパシスが統治する部隊の一つの方には、サウロマタイ人が合流することとし、もしペルシア人がこの方向に転じるならば、彼らはマイオティス湖に沿ってタナイス川に向かって真っ直ぐ逃げながら退却し、ペルシア人が退却するときには、彼らが追撃することとした。
αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης, τεταγμένη ταύτην τὴν ὁδὸν ἥ περ εἴρηται·
これが彼らの王国の部隊の一つであり、今述べた通りの道筋に配置されていた。
§4.120.3τὰς δὲ δύο τῶν βασιληίων, τήν τε μεγάλην τῆς ἦρχε Ἰδάνθυρσος καὶ τὴν τρίτην τῆς ἐβασίλευε Τάξακις, συνελθούσας ἐς τὠυτὸ καὶ Γελωνῶν τε καὶ Βουδίνων προσγενομένων, ἡμέρης καὶ τούτους ὁδῷ προέχοντας τῶν Περσέων ὑπεξάγειν, ὑπιόντας τε καὶ ποιεῦντας τὰ βεβουλευμένα·
他方、王国の他の二つの部隊、すなわち、イダンテュルソスが率いる大部隊と、タクサキスが統治する第三の部隊は、一か所に合流し、ゲロノス人とブディノス人もこれに加わったうえで、やはりペルシア人よりも一日分の道のりを先行して徐々に退却し、退避しながら計画された通りのことを行うこととした。
§4.120.4πρῶτα μέν νυν ὑπάγειν σφέας ἰθὺ τῶν χωρέων τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην, ἵνα καὶ τούτους ἐκπολεμώσωσι·
まず第一に、彼らは自分たちとの同盟を拒否した諸国の土地に向かって真っ直ぐ退却することとしたが、それは彼らをも戦争に巻き込むためであった。
εἰ γὰρ μὴ ἑκόντες γε ὑπέδυσαν τὸν πόλεμον τὸν πρὸς Πέρσας, ἀλλʼ ἀέκοντας ἐκπολεμώσειν·
なぜなら、彼らが自発的にペルシア人との戦争を引き受けなかったのであれば、彼らが不本意ながらも戦争に巻き込まれるようにするためであった。
μετὰ δὲ τοῦτο ὑποστρέφειν ἐς τὴν σφετέρην καὶ ἐπιχειρέειν, ἢν δὴ βουλευομένοισι δοκέῃ.
その後で、自分たちの土地に引き返し、もし合議の上でそのように決まるならば、攻撃に転じることとした。