§4.12.1καὶ νῦν ἔστι μὲν ἐν τῇ Σκυθικῇ Κιμμέρια τείχεα, ἔστι δὲ πορθμήια Κιμμέρια, ἔστι δὲ καὶ χώρη οὔνομα Κιμμερίη, ἔστι δὲ Βόσπορος Κιμμέριος καλεόμενος·
直到今天,在斯库泰人的土地上仍有“金美里亚城墙”,有“金美里亚渡口”,还有一块名叫“金美里亚”的地方,以及被称为“金美里亚博斯普鲁斯”的海峡。
§4.12.2φαίνονται δὲ οἱ Κιμμέριοι φεύγοντες ἐς τὴν Ἀσίην τοὺς Σκύθας καὶ τὴν χερσόνησον κτίσαντες, ἐν τῇ νῦν Σινώπη πόλις Ἑλλὰς οἴκισται.
显而易见,金美里亚人是为了躲避斯库泰人而逃往亚洲,并定居在如今建有希腊城市西诺普的那个半岛上。
φανεροὶ δὲ εἰσὶ καὶ οἱ Σκύθαι διώξαντες αὐτοὺς καὶ ἐσβαλόντες ἐς γῆν τὴν Μηδικὴν, ἁμαρτόντες τῆς ὁδοῦ·
同样显而易见的是,斯库泰人在追击他们时迷失了方向,从而侵入了米底亚人的土地。
§4.12.3οἱ μὲν γὰρ Κιμμέριοι αἰεὶ τὴν παρὰ θάλασσαν ἔφευγον, οἱ δὲ Σκύθαι ἐν δεξιῇ τὸν Καύκασον ἔχοντες ἐδίωκον ἐς οὗ ἐσέβαλον ἐς γῆν τὴν Μηδικήν, ἐς μεσόγαιαν τῆς ὁδοῦ τραφθέντες.
因为金美里亚人始终沿着海岸逃跑,而斯库泰人则将高加索山脉置于右手边进行追击,由于他们的路线偏向内陆,最终侵入了米底亚人的土地。
οὗτος δὲ ἄλλος ξυνὸς Ἑλλήνων τε καὶ βαρβάρων λεγόμενος λόγος εἴρηται.
这是由希腊人和异族人共同传颂的另一则传说,现已叙述完毕。