§4.11.1ἔστι δὲ καὶ ἄλλος λόγος ἔχων ὧδε, τῷ μάλιστα λεγομένῳ αὐτός πρόσκειμαι, Σκύθας τοὺς νομάδας οἰκέοντας ἐν τῇ Ἀσίῃ, πολέμῳ πιεσθέντας ὑπὸ Μασσαγετέων, οἴχεσθαι διαβάντας ποταμὸν Ἀράξην ἐπὶ γῆν τὴν Κιμμερίην (τὴν γὰρ νῦν νέμονται Σκύθαι, αὕτη λέγεται τὸ παλαιὸν εἶναι Κιμμερίων),
还有另外一种说法,我个人最倾向于赞同它:居住在亚洲的游牧斯库泰人,因受到马萨革泰人的战争压迫,渡过阿拉克塞斯河,迁徙到了金美里亚人的土地上(因为现在由斯库泰人占领的这片土地,据说古时候是属于金美里亚人的)。
§4.11.2τοὺς δὲ Κιμμερίους ἐπιόντων Σκυθέων βουλεύεσθαι ὡς στρατοῦ ἐπιόντος μεγάλου, καὶ δὴ τὰς γνώμας σφέων κεχωρισμένας, ἐντόνους μὲν ἀμφοτέρας, ἀμείνω δὲ τὴν τῶν βασιλέων·
当斯库泰人入侵时,金美里亚人考虑到有大军逼近而商议对策。 他们的意见分成了两派,两派都十分坚持,但国王们的意见更为明智。
τὴν μὲν γὰρ δὴ τοῦ δήμου φέρειν γνώμην ὡς ἀπαλλάσσεσθαι πρῆγμα εἴη μηδὲ πρὸ σποδοῦ μένοντας κινδυνεύειν, τὴν δὲ τῶν βασιλέων διαμάχεσθαι περὶ τῆς χώρης τοῖσι ἐπιοῦσι.
因为平民的意见倾向于,撤离才是应有的举措,不应当在尘土(敌军进军的烟尘)前留下来冒险;而国王们的意见则是要为了土地与入侵者血战到底。
§4.11.3οὔκων δὴ ἐθέλειν πείθεσθαι οὔτε τοῖσι βασιλεῦσι τὸν δῆμον οὔτε τῷ δήμῳ τοὺς βασιλέας·
因此,平民既不愿顺从国王,国王也不愿顺从平民。
τοὺς μὲν δὴ ἀπαλλάσσεσθαι βουλεύεσθαι ἀμαχητὶ τὴν χωρῆν παραδόντας τοῖσι ἐπιοῦσι· τοῖσι δὲ βασιλεῦσι δόξαι ἐν τῇ ἑωυτῶν κεῖσθαι ἀποθανόντας μηδὲ συμφεύγειν τῷ δήμῳ, λογισαμένους ὅσα τε ἀγαθὰ πεπόνθασι καὶ ὅσα φεύγοντας ἐκ τῆς πατρίδος κακὰ ἐπίδοξα καταλαμβάνειν.
于是平民决定不战而降,将土地让给入侵者,然后撤离;而国王们则决定,宁可战死在自己的土地上,也不与平民一同逃亡,因为他们考虑到自己曾享受过多少恩泽,以及逃离家园的人将面临多少预料中的灾难。
§4.11.4ὡς δὲ δόξαι σφι ταῦτα, διαστάντας καὶ ἀριθμὸν ἴσους γενομένους μάχεσθαι πρὸς ἀλλήλους.
在他们做出这样的决定后,便分裂为人数相等的两派,互相厮杀。
καὶ τοὺς μὲν ἀποθανόντας πάντας ὑπʼ ἑωυτῶν θάψαι τὸν δῆμον τῶν Κιμμερίων παρὰ ποταμὸν Τύρην (καί σφεων ἔτι δῆλος ἐστὶ ὁ τάφος), θάψαντας δὲ οὕτω τὴν ἔξοδον ἐκ τῆς χώρης ποιέεσθαι·
所有在内战中死去的国王们,都被金美里亚平民安葬在泰拉斯河畔(他们的坟墓至今依然清晰可见)。 在这样安葬完他们之后,平民便撤离了这片土地。
Σκύθας δὲ ἐπελθόντας λαβεῖν τὴν χώρην ἐρήμην.
而入侵的斯库泰人占领了这片已经空无一人的土地。