Humanitext Reader

希罗多德 · 历史 §4.114.1-4.114.4

亚马逊人与青年决定独立定居

第 678 段,共 1577 段 · 希腊语

内容简介

斯基泰青年与亚马逊人彼此语言相通后,讨论起共同生活的方式。青年们提议回到各自的部落,但亚马逊人因习俗不同而拒绝,转而提议青年们去继承父母的财产,并与她们一起独立生活,青年们接受了这一提议。

§4.114.1μετὰ δὲ συμμίξαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ, γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμίχθη.
随后,他们将营地合兵一处,共同生活,每个人都娶了自己最初交合的那个女子为妻。
τὴν δὲ φωνὴν τὴν μὲν τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν, τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον.
至于语言,男子们无法学会女子的语言,而女子们却掌握了男子的语言。
§4.114.2ἐπεὶ δὲ συνῆκαν ἀλλήλων, ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες. ἡμῖν εἰσὶ μὲν τοκέες, εἰσὶ δὲ κτήσιες·
当他们能够互相理解时,男子们对亚马逊女人说: “我们有父母,也有财产。
νῦν ὦν μηκέτι πλεῦνα χρόνον ζόην τοιήνδε ἔχωμεν, ἀλλʼ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα.
因此,我们不要再过这样长久的流浪生活了,而是回到众人那里去共同生活吧。
γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας.
我们会娶你们为妻,而绝不再娶其他任何人。
αἳ δὲ πρὸς ταῦτα ἔλεξαν τάδε. §4.114.3ἡμεῖς οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετερέων γυναικῶν· οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν τε κἀκείνῃσι ἐστί.
” 对此,她们作了如下的回答: “我们无法与你们的女人共同生活,因为我们和她们的习俗并不相同。
ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα, ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν·
我们射箭、投枪、骑马,却没有学会女人的女红。
αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν ποιεῦσι, ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι, οὔτʼ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ.
而你们的女人,我们刚才列举的事她们一样也不做,只是待在车篷里干着女人的活,既不去打猎,也不去其他任何地方。
§4.114.4οὐκ ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεσθαι.
因此,我们无法与她们和睦相处。
ἀλλʼ εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δίκαιοι, ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος, καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπὶ ἡμέων αὐτῶν.
但如果你们想要娶我们为妻,并显出你们是公正的人,那就回到你们的父母那里去,分得你们的那份财产,然后我们一起离开,搬到我们自己的地方独立生活。
ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι.
” 青年们顺从了她们,并照办了。

词汇与语法注释

  1. §4.114.1γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμίχθη — 意为“每个人都娶了[作为妻子]自己最初交合的那个女子”。γυναῖκα 是直接宾语 ταύτην 的谓语性宾格,译为“作为妻子”。关系代名词 τῇ 采用与格,是因为表示结合、交际的动词 συνεμίχθη(συγμείγνυμι 的无定过去时被动第三人称单数)要求支配与格。
  2. §4.114.3τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν — 意为“我们所列举的这些事情中,她们一件也不做”。关系代名词 τῶν 作为及物动词 κατελέξαμεν(“列举”)的直接宾语,原本应当是宾格(ἅ),但由于受到先行词 τούτων(部分属格)的格的影响,被同化为属格,这是希腊语中常见的“关系代名词吸引(attraction)”现象。
  3. §4.114.4δοκέειν εἶναι δίκαιοι — 意为“显得是公正的人”。由于不定式 εἶναι 的主语与主句动词 βούλεσθε 的主语(“你们”)一致,因此作为不定式补语的形容词 δίκαιοι(“公正的”)没有使用宾格(δικαίους),而是保持为主格(阳性复数),这符合主语与不定式补语格一致的语法规则。

引用这一段

希罗多德, 历史 §4.114.1-4.114.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.114.1-4.114.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。