§4.114.1μετὰ δὲ συμμίξαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ, γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμίχθη.
Afterward, they joined their camps and lived together, each man having as his wife the woman with whom he had first united.
τὴν δὲ φωνὴν τὴν μὲν τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν, τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον.
As for their language, the men were not able to learn that of the women, but the women mastered that of the men.
§4.114.2ἐπεὶ δὲ συνῆκαν ἀλλήλων, ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες. ἡμῖν εἰσὶ μὲν τοκέες, εἰσὶ δὲ κτήσιες· νῦν ὦν μηκέτι πλεῦνα χρόνον ζόην τοιήνδε ἔχωμεν, ἀλλʼ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα.
When they understood each other, the men said to the Amazons: "We have parents and we have possessions; let us therefore no longer lead such a life as this, but let us return to our people and live with them.
γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας. αἳ δὲ πρὸς ταῦτα ἔλεξαν τάδε. §4.114.3ἡμεῖς οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετερέων γυναικῶν· οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν τε κἀκείνῃσι ἐστί.
And we will have you as our wives and no others." To this, the women replied as follows: "We could not live with your women; for our customs are not the same as theirs.
ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα, ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν·
We shoot with bows, hurl javelins, and ride horses, but we have not learned women's works.
αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν ποιεῦσι, ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι, οὔτʼ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ.
Your women do none of these things we have mentioned, but perform women's works remaining in their wagons, neither going out to hunt nor anywhere else.
§4.114.4οὐκ ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεσθαι.
Therefore, we could not get along with them.
ἀλλʼ εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δίκαιοι, ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος, καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπὶ ἡμέων αὐτῶν. ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι.
But if you wish to have us as wives and to be thought just, go to your parents and receive your portion of the possessions, and then let us go and live by ourselves." The young men complied and did this.