Humanitext Reader

希罗多德 · 历史 §4.113.1-4.113.3

亚马逊人与青年的接触和结合

第 677 段,共 1577 段 · 希腊语

内容简介

亚马逊人与斯基泰青年在中午各自散开时进行了接触。一个亚马逊女人通过手势约定第二天各自多带一个人前来,青年们由此逐渐驯服了其余的亚马逊人。

§4.113.1ἐποίευν δὲ αἱ Ἀμαζόνες ἐς τὴν μεσαμβρίην τοιόνδε· ἐγίνοντο σποράδες κατὰ μίαν τε καὶ δύο, πρόσω δὴ ἀπʼ ἀλληλέων ἐς εὐμαρείην ἀποσκιδνάμεναι.
亚马逊人在中午时分做了如下的事:她们为了方便,散开成一个或两个人,彼此离得远远地分散开来。
μαθόντες δὲ καὶ οἱ Σκύθαι ἐποίευν τὠυτὸ τοῦτο.
斯基泰人们得知这一点后,也照样做了。
καί τις μουνωθεισέων τινὶ αὐτέων ἐνεχρίμπτετο, §4.113.2καὶ ἡ Ἀμαζὼν οὐκ ἀπωθέετο ἀλλὰ περιεῖδε χρήσασθαι.
其中一个青年接近了她们之中一个落单的女子,而这个亚马逊女人并没有推开他,反而听任他与自己交合。
καὶ φωνῆσαι μὲν οὐκ εἶχε, οὐ γὰρ συνίεσαν ἀλλήλων, τῇ δὲ χειρὶ ἔφραζε ἐς τὴν ὑστεραίην ἐλθεῖν ἐς τωὐτὸ χωρίον καὶ ἕτερον ἄγειν, σημαίνουσα δύο γενέσθαι καὶ αὐτὴ ἑτέρην ἄξειν.
她无法开口说话,因为他们听不懂彼此的语言,但她用手势示意他第二天到同一个地方来,并带上另一个人,表示要凑成两个人,而她自己也会带另一个女人来。
§4.113.3ὁ δὲ νεηνίσκος, ἐπεὶ ἀπῆλθε, ἔλεξε ταῦτα πρὸς τοὺς λοιπούς·
那个青年回去后,把这件事告诉了其余的人。
τῇ δὲ δευτεραίῃ ἦλθε ἐς τὸ χωρίον αὐτός τε οὗτος καὶ ἕτερον ἦγε, καὶ τὴν Ἀμαζόνα εὗρε δευτέρην αὐτὴν ὑπομένουσαν.
第二天,他自己来到了那个地方,并带上了另一个人,发现那个亚马逊女人也带着另一人等在那里。
οἱ δὲ λοιποὶ νεηνίσκοι ὡς ἐπύθοντο ταῦτα, καὶ αὐτοὶ ἐκτιλώσαντο τὰς λοιπὰς τῶν Ἀμαζόνων.
其余的青年得知这件事后,也各自驯服了其余的亚马逊女人。

词汇与语法注释

  1. §4.113.1ἐς εὐμαρείην — 该词字面意思是“便利”或“舒适”,在此用作指代排泄或解决生理需要的委婉语。
  2. §4.113.1μουνωθεισέων — 动词 μουνόω(使孤立、使落单)的被动不定过去时分词属格复数女性形式。修饰代词属格复数 αὐτέων,意为“在她们那些落单的人之中的一个”。
  3. §4.113.2περιεῖδε χρήσασθαι — 动词 περιοράω(听任、容许)的不定过去时直陈语气 περιεῖδε 通常接分词,但在此接不定式 χρήσασθαι,表示“容许、听任其交合”。动词 χράομαι(使用、对待)在此处具有性交的隐喻意义。
  4. §4.113.2φωνῆσαι μὲν οὐκ εἶχε — 动词 ἔχω 后接不定式(此处为 φωνῆσαι)表示能力(“能够”)。加上否定词 οὐκ,表示“她无法开口说话”。
  5. §4.113.3δευτέρην αὐτήν — 序数词与代词 αὐτός 的结合,表示包含其自身在内的总人数。δευτέρην αὐτήν 意为“她自己作为第二个人”,即“她自己带着另一个女人(共两人)”。

引用这一段

希罗多德, 历史 §4.113.1-4.113.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.113.1-4.113.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。