Humanitext Reader

希罗多德 · 历史 §4.103.1-4.103.3

陶利人的人祭与悬首习俗

第 667 段,共 1577 段 · 希腊语

内容简介

文中描述了陶利人残酷的习俗,包括向“处女”献祭遭遇海难者和被俘希腊人的仪式,以及将战败敌人的头颅钉在屋顶上作为守护者的做法。

§4.103.1τούτων Ταῦροι μὲν νόμοισι τοιοῖσιδε χρέωνται· θύουσι μὲν τῇ Παρθένῳ τούς τε ναυηγοὺς καὶ τοὺς ἂν λάβωσι Ἑλλήνων ἐπαναχθέντες τρόπῳ τοιῷδε· §4.103.2καταρξάμενοι ῥοπάλῳ παίουσι τὴν κεφαλήν.
在这些人中,陶利人遵守以下习俗:他们通过以下方式,向“处女”献祭那些遭遇海难的人,以及他们出海俘获的任何希腊人:在举行了开场仪式后,他们用木棒击打其头部。
οἳ μὲν δὴ λέγουσι ὡς τὸ σῶμα ἀπὸ τοῦ κρημνοῦ ὠθέουσι κάτω (ἐπὶ γὰρ κρημνοῦ ἵδρυται τὸ ἱρόν), τὴν δὲ κεφαλὴν ἀνασταυροῦσι· οἳ δὲ κατὰ μὲν τὴν κεφαλὴν ὁμολογέουσι, τὸ μέντοι σῶμα οὐκ ὠθέεσθαι ἀπὸ τοῦ κρημνοῦ λέγουσι ἀλλὰ γῇ κρύπτεσθαι.
有些人确实说,他们将尸体从悬崖上推下去(因为神庙建在悬崖上),并将头部钉在木桩上;但另一些人虽然同意头部的处理方式,却说尸体并没有从悬崖上推下去,而是埋入土中。
τὴν δὲ δαίμονα ταύτην τῇ θύουσι λέγουσι αὐτοὶ Ταῦροι Ἰφιγένειαν τὴν Ἀγαμέμνονος εἶναι.
陶利人自己说,他们所献祭的这位女神就是阿伽门农之女伊菲革涅亚。
§4.103.3πολεμίους δὲ ἄνδρας τοὺς ἂν χειρώσωνται ποιεῦσι τάδε· ἀποταμὼν ἕκαστος κεφαλὴν ἀποφέρεται ἐς τὰ οἰκία, ἔπειτα ἐπὶ ξύλου μεγάλου ἀναπείρας ἱστᾷ ὑπὲρ τῆς οἰκίης ὑπερέχουσαν πολλόν, μάλιστα δὲ ὑπὲρ τῆς καπνοδόκης.
对于被他们征服的敌方男子,他们则这样做:每人砍下一颗人头并带回自己家中,然后将其钉在一根大木桩上,立起来使其高高地突出在房屋上方,尤其是烟囱上方。
φασὶ δὲ τούτους φυλάκους τῆς οἰκίης πάσης ὑπεραιωρέεσθαι.
他们说,这些头颅悬挂在上方,作为整座房屋的守护者。
ζῶσι δὲ ἀπὸ ληίης τε καὶ πολέμου.
他们依靠掠夺和战争维持生活。

词汇与语法注释

  1. 4.103.1ἐπαναχθέντες — 动词 ἐπανάγω(使出海)的被动语态分词,在此处作中动语态(自动词)使用,表示“(为了俘获敌人而)出海、启航”。
  2. 4.103.2καταρξάμενοι — 指进行献祭的准备仪式(如剪下祭物的毛发、洒圣水等)。在此意为“举行预备仪式后”或“作了祭前仪式”。
  3. 4.103.2τὴν δὲ δαίμονα ταύτην — 先行置位(prolepsis)句法。本来应作为不定式从句 `Ἰφιγένειαν ... εἶναι` 的主语(对格)出现的名词短语,连同其修饰的关系从句 `τῇ θύουσι` 一起被提前到了句首。
  4. 4.103.3ἀποταμὼν ἕκαστος — 主语由复数(陶利人)过渡到表示“每个人”的单数主语 `ἕκαστος`。因此,其后随的分词(`ἀποταμὼν`、`ἀναπείρας`)和动词(`ἀποφέρεται`、`ἱστᾷ`)全部采用单数形式。

引用这一段

希罗多德, 历史 §4.103.1-4.103.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.103.1-4.103.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。