§4.103.1τούτων Ταῦροι μὲν νόμοισι τοιοῖσιδε χρέωνται· θύουσι μὲν τῇ Παρθένῳ τούς τε ναυηγοὺς καὶ τοὺς ἂν λάβωσι Ἑλλήνων ἐπαναχθέντες τρόπῳ τοιῷδε·
Among these, the Tauri observe the following customs: they sacrifice to the Virgin both shipwrecked persons and any Greeks they take after putting out to sea, doing so in the following manner.
§4.103.2καταρξάμενοι ῥοπάλῳ παίουσι τὴν κεφαλήν.
Having performed the introductory rites, they strike the head with a club.
οἳ μὲν δὴ λέγουσι ὡς τὸ σῶμα ἀπὸ τοῦ κρημνοῦ ὠθέουσι κάτω (ἐπὶ γὰρ κρημνοῦ ἵδρυται τὸ ἱρόν), τὴν δὲ κεφαλὴν ἀνασταυροῦσι· οἳ δὲ κατὰ μὲν τὴν κεφαλὴν ὁμολογέουσι, τὸ μέντοι σῶμα οὐκ ὠθέεσθαι ἀπὸ τοῦ κρημνοῦ λέγουσι ἀλλὰ γῇ κρύπτεσθαι.
Some indeed say that they push the body down from the cliff (for the temple is built upon a cliff), and impale the head on a stake; but others agree as to the head, yet say that the body is not pushed from the cliff but is buried in the earth.
τὴν δὲ δαίμονα ταύτην τῇ θύουσι λέγουσι αὐτοὶ Ταῦροι Ἰφιγένειαν τὴν Ἀγαμέμνονος εἶναι.
The Tauri themselves say that this deity to whom they sacrifice is Iphigenia, the daughter of Agamemnon.
§4.103.3πολεμίους δὲ ἄνδρας τοὺς ἂν χειρώσωνται ποιεῦσι τάδε· ἀποταμὼν ἕκαστος κεφαλὴν ἀποφέρεται ἐς τὰ οἰκία, ἔπειτα ἐπὶ ξύλου μεγάλου ἀναπείρας ἱστᾷ ὑπὲρ τῆς οἰκίης ὑπερέχουσαν πολλόν, μάλιστα δὲ ὑπὲρ τῆς καπνοδόκης.
And to the enemy men whom they overcome, they do as follows: each cuts off a head and carries it away to his house, and then, having impaled it on a great stake, sets it up so that it stands high above the house, and especially above the chimney.
φασὶ δὲ τούτους φυλάκους τῆς οἰκίης πάσης ὑπεραιωρέεσθαι.
And they say that these hang suspended above as guardians of the whole house.
ζῶσι δὲ ἀπὸ ληίης τε καὶ πολέμου.
They live by plunder and war.