§4.10.1τὸν μὲν δὴ εἰρύσαντα τῶν τόξων τὸ ἕτερον (δύο γὰρ δὴ φορέειν τέως Ἡρακλέα) καὶ τὸν ζωστῆρα προδέξαντα, παραδοῦναι τὸ τόξον τε καὶ τὸν ζωστῆρα ἔχοντα ἐπʼ ἄκρης τῆς συμβολῆς φιάλην χρυσέην, δόντα δὲ ἀπαλλάσσεσθαι.
헤라클레스는 두 활 중 하나를 꺼내고(그때까지 헤라클레스는 두 활을 휴대하고 다녔기 때문이다) 허리띠를 보여준 뒤, 그 버클 끝에 황금 잔이 달려 있는 활과 허리띠를 건네주고는 그것들을 남겨둔 채 떠났다.
τὴν δʼ, ἐπεὶ οἱ γενομένους τοὺς παῖδας ἀνδρωθῆναι, τοῦτο μὲν σφι οὐνόματα θέσθαι, τῷ μὲν Ἀγάθυρσον αὐτῶν, τῷ δʼ ἑπομένῳ Γελωνόν, Σκύθην δὲ τῷ νεωτάτῳ, τοῦτο δὲ τῆς ἐπιστολῆς μεμνημένην αὐτὴν ποιῆσαι τά ἐντεταλμένα. §4.10.2καὶ δὴ δύο μὲν οἱ τῶν παίδων, τόν τε Ἀγάθυρσον καὶ τὸν Γελωνόν, οὐκ οἵους τε γενομένους ἐξικέσθαι πρὸς τὸν προκείμενον ἄεθλον, οἴχεσθαι ἐκ τῆς χώρης ἐκβληθέντας ὑπὸ τῆς γειναμένης, τὸν δὲ νεώτατον αὐτῶν Σκύθην ἐπιτελέσαντα καταμεῖναι ἐν τῇ χωρῇ. §4.10.3καὶ ἀπὸ μὲν Σκύθεω τοῦ Ἡρακλέος γενέσθαι τοὺς αἰεὶ βασιλέας γινομένους Σκυθέων, ἀπὸ δὲ τῆς φιάλης ἔτι καὶ ἐς τόδε φιάλας ἐκ τῶν ζωστήρων φορέειν Σκύθας·
그녀는 태어난 아이들이 장성하자, 한편으로는 그들에게 이름을 지어주어 그들 중 첫째를 아가튀르소스, 다음 아이를 겔로노스, 막내를 스퀴테스라 불렀고, 다른 한편으로는 그 지시를 기억하여 명해진 바를 실행에 옮겼다.\n 그리하여 아이들 중 둘, 즉 아가튀르소스와 겔로노스는 제시된 과업을 완수할 능력이 되지 않아 낳아준 어머니에 의해 추방되어 그 땅을 떠났고, 그들 중 막내인 스퀴테스는 과업을 완수하여 그 땅에 머물렀다.\n 그리고 헤라클레스의 아들인 이 스퀴테스로부터 대대로 스퀴티아의 왕이 되는 자들이 태어났으며, 그 황금 잔으로 인해 오늘날에 이르기까지도 스퀴티아인들은 허리띠에 잔을 매달고 다닌다.
τὸ δὴ μοῦνον μηχανήσασθαι τὴν μητέρα Σκύθῃ.
이것이야말로 어머니가 스퀴테스에게만 마련해 준 유일한 방책이었다.
ταῦτα δὲ Ἑλλήνων οἱ τὸν Πόντον οἰκέοντες λέγουσι.
폰토스(흑해) 연안에 거주하는 그리스인들은 이와 같이 전한다.