§3.98.1τὸν δὲ χρυσὸν τοῦτον τὸν πολλὸν οἱ Ἰνδοί, ἀπʼ οὗ τὸ ψῆγμα τῷ βασιλέι τὸ εἰρημένον κομίζουσι, τρόπῳ τοιῷδε κτῶνται.
印度人获取这大批黄金——他们正是用这些黄金向国王缴纳上述金砂的——是采取如下方法的。
§3.98.2ἔστι τῆς Ἰνδικῆς χώρης τὸ πρὸς ἥλιον ἀνίσχοντα ψάμμος·
印度土地靠近日出的东部是沙荒之地。
τῶν γὰρ ἡμεῖς ἴδμεν, τῶν καὶ πέρι ἀτρεκές τι λέγεται, πρῶτοι πρὸς ἠῶ καὶ ἡλίου ἀνατολὰς οἰκέουσι ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ Ἰνδοί· Ἰνδῶν γὰρ τὸ πρὸς τὴν ἠῶ ἐρημίη ἐστὶ διὰ τὴν ψάμμον.
因为在我们所知道、且对其有确切传闻的人们当中,在亚洲居住的人类里,印度人是住得最靠东方、最接近日出方向的;实际上,在印度人以东的地区,由于沙子的缘故是一片荒凉之地。
§3.98.3ἔστι δὲ πολλὰ ἔθνεα Ἰνδῶν καὶ οὐκ ὁμόφωνα σφίσι, καὶ οἳ μὲν αὐτῶν νομάδες εἰσὶ οἳ δὲ οὔ, οἳ δὲ ἐν τοῖσι ἕλεσι οἰκέουσι τοῦ ποταμοῦ καὶ ἰχθύας σιτέονται ὠμούς, τοὺς αἱρέουσι ἐκ πλοίων καλαμίνων ὁρμώμενοι· καλάμου δὲ ἓν γόνυ πλοῖον ἕκαστον ποιέεται.
印度人有许多部落,彼此语言并不相同;他们当中有些人是游牧者,有些人则不是;还有些人居住在河流的沼泽地带,吃的是生鱼,他们是从芦苇制成的船上出发去捕获这些鱼的;而每一只船都是用芦苇的一个单节制成的。
§3.98.4οὗτοι μὲν δὴ τῶν Ἰνδῶν φορέουσι ἐσθῆτα φλοΐνην·
这些印度人穿着由植物纤维制成的衣服。
ἐπεὰν ἐκ τοῦ ποταμοῦ φλοῦν ἀμήσωσι καὶ κόψωσι, τὸ ἐνθεῦτεν φορμοῦ τρόπον καταπλέξαντες ὡς θώρηκα ἐνδύνουσι.
当他们从河里割下并切断这些纤维后,便将其像草席一样编织起来,然后像穿护胸甲一样穿在身上。