§3.99.1ἄλλοι δὲ τῶν Ἰνδῶν πρὸς ἠῶ οἰκέοντες τούτων νομάδες εἰσὶ κρεῶν ἐδεσταὶ ὠμῶν, καλέονται δὲ Παδαῖοι, νομαίοισι δὲ τοιοῖσιδε λέγονται χρᾶσθαι· ὃς ἂν κάμῃ τῶν ἀστῶν, ἤν τε γυνὴ ἤν τε ἀνήρ, τὸν μὲν ἄνδρα ἄνδρες οἱ μάλιστά οἱ ὁμιλέοντες κτείνουσι, φάμενοι αὐτὸν τηκόμενον τῇ νούσῳ τὰ κρέα σφίσι διαφθείρεσθαι·
在这些人以东居住的其他印度人是游牧民,吃生肉,他们被称为巴达伊人,据说他们使用如下的习俗:在同胞之中,无论男女,只要有人生病,如果病者是男性,与他交往最密切的男子们就会把他杀掉,声称他因病消瘦会败坏了他们(要吃)的肉。
ὁ δὲ ἄπαρνος ἐστὶ μὴ μὲν νοσέειν, οἱ δὲ οὐ συγγινωσκόμενοι ἀποκτείναντες κατευωχέονται.
尽管他极力否认自己生病,但他们并不认同,而是将他杀死并分食。
§3.99.2ἣ δὲ ἂν γυνὴ κάμῃ, ὡσαύτως αἱ ἐπιχρεώμεναι μάλιστα γυναῖκες ταὐτὰ τοῖσι ἀνδράσι ποιεῦσι.
如果生病的是女性,那么与她交往最密切的女子们也会对她做与男子们同样的事。
τὸν γὰρ δὴ ἐς γῆρας ἀπικόμενον θύσαντες κατευωχέονται· ἐς δὲ τούτου λόγον οὐ πολλοί τινες αὐτῶν ἀπικνέονται· πρὸ γὰρ τοῦ τὸν ἐς νοῦσον πίπτοντα πάντα κτείνουσι.
因为他们确实会把活到老年的人当作祭品杀死并分食;不过他们当中没有多少人能活到这个岁数,因为在此之前,他们就把所有生病的人都杀掉了。