Humanitext Reader

希罗多德 · 历史 §3.97.1-3.97.5

波斯本土的免税与周边各族的定期贡物

第 501 段,共 1577 段 · 希腊语

内容简介

赫罗多德说明了在大流士统治下唯独波斯地区免税,并列举了埃塞俄比亚人、科尔基斯人和阿拉伯人等周边各族在贡税之外定期送来的各种礼物。

§3.97.1αὗται μὲν ἀρχαί τε ἦσαν καὶ φόρων ἐπιτάξιες.
这些便是各个管区以及纳贡额的规定。
ἡ Περσὶς δὲ χώρη μούνη μοι οὐκ εἴρηται δασμοφόρος· ἀτελέα γὰρ Πέρσαι νέμονται χώρην.
然而,唯独波斯的土地没有被我提及要缴纳贡赋,因为波斯人占有的是免税的土地。
§3.97.2οἵδε δὲ φόρον μὲν οὐδένα ἐτάχθησαν φέρειν, δῶρα δὲ ἀγίνεον· Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτῳ, τοὺς Καμβύσης ἐλαύνων ἐπὶ τοὺς μακροβίους Αἰθίοπας κατεστρέψατο, οἵ τε περί τε Νύσην τὴν ἱρὴν κατοίκηνται καὶ τῷ Διονύσῳ ἀνάγουσι τὰς ὁρτάς·
以下这些人们未被规定缴纳任何贡赋,而是送来礼物:与埃及接壤的埃塞俄比亚人——他们在坎比西斯远征长寿埃塞俄比亚人时被其征服,以及居住在神圣的尼萨周围并为狄奥尼索斯举行节日庆典的人们。
§3.97.3οὗτοι συναμφότεροι διὰ τρίτου ἔτεος ἀγίνεον, ἀγινέουσι δὲ καὶ τὸ μέχρι ἐμεῦ, δύο χοίνικας ἀπύρου χρυσίου καὶ διηκοσίας φάλαγγας ἐβένου καὶ πέντε παῖδας Αἰθίοπας καὶ ἐλέφαντος ὀδόντας μεγάλους εἴκοσι.
这两部分人每三年送来一次礼物,直到我的时代也依然在送,其内容是:两升未经熔炼的金砂、两百根乌木原木、五名埃塞俄比亚少年以及二十根巨大的象牙。
§3.97.4Κόλχοι δὲ τὰ ἐτάξαντο ἐς τὴν δωρεὴν καὶ οἱ προσεχέες μέχρι Καυκάσιος ὄρεος (ἐς τοῦτο γὰρ τὸ ὄρος ὑπὸ Πέρσῃσι ἄρχεται, τὰ δὲ πρὸς βορέην ἄνεμον τοῦ Καυκάσιος Περσέων οὐδὲν ἔτι φροντίζει), οὗτοι ὦν δῶρα τὰ ἐτάξαντο ἔτι καὶ ἐς ἐμὲ διὰ πεντετηρίδος ἀγίνεον, ἑκατὸν παῖδας καὶ ἑκατὸν παρθένους.
科尔基斯人以及直到高加索山脉的邻近居民——他们为自己规定的礼物(因为直到这座山脉为止都处于波斯人的统治之下,而高加索以北的人们则不再把波斯人放在眼里),这些人直到我的时代依然每五年送来一次他们自己规定的礼物,即一百名少年和一百名处女。
§3.97.5Ἀράβιοι δὲ χίλια τάλαντα ἀγίνεον λιβανωτοῦ ἀνὰ πᾶν ἔτος.
此外,阿拉伯人每年送来一千塔兰特的乳香。
ταῦτα μὲν οὗτοι δῶρα πάρεξ τοῦ φόρου βασιλέι ἐκόμιζον.
这些便是上述人们在贡税之外送给国王的礼物。

词汇与语法注释

  1. §3.97.1ἀτελέα γὰρ Πέρσαι νέμονται χώρην — 形容词 ἀτελέα(免税的)作动词 νέμονται(占有、居住)的宾语 χώρην(土地)的谓语性修饰语。即“他们作为免税之地来占有该土地”。
  2. §3.97.3διὰ τρίτου ἔτεος — 介词 διά 连用属格表示时间间隔。由于古希腊的包容性计数法,直译为“每三年”,实际上是指“每隔两年”。§3.97.4 中的 διὰ πεντετηρίδος(“每五年”即“每隔四年”)也是同样的原理。
  3. §3.97.4Κόλχοι δὲ ... οὗτοι ὦν — 句首的主语 Κόλχοι δὲ ...(科尔基斯人……)由于夹杂了冗长的插入句(ἐς τοῦτο γὰρ...)而导致句法中断,随后通过代词 οὗτοι(这些人)重新引出,形成了一种轻微的破格(anacoluthon)结构。

引用这一段

希罗多德, 历史 §3.97.1-3.97.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.97.1-3.97.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。