Humanitext Reader

希罗多德 · 历史 §3.85.1-3.85.3

大流士的马夫欧巴雷斯的计策准备

第 489 段,共 1577 段 · 希腊语

内容简介

大流士请求马夫欧巴雷斯设法赢得王位竞争,欧巴雷斯遂于夜间将大流士的公马带到郊外与其最爱的母马交配以作准备。

§3.85.1Δαρείῳ δὲ ἦν ἱπποκόμος ἀνὴρ σοφός, τῷ οὔνομα ἦν Οἰβάρης.
大流士有一位聪明的马夫,名字叫欧巴雷斯。
πρὸς τοῦτον τὸν ἄνδρα, ἐπείτε διελύθησαν, ἔλεξε Δαρεῖος τάδε. Οἴβαρες, ἡμῖν δέδοκται περὶ τῆς βασιληίης ποιέειν κατὰ τάδε· ὅτευ ἂν ὁ ἵππος πρῶτος φθέγξηται ἅμα τῷ ἡλίῳ ἀνιόντι αὐτῶν ἐπαναβεβηκότων, τοῦτον ἔχειν τὴν βασιληίην.
当他们散会后,大流士对这个人说道: “欧巴雷斯啊,关于王位,我们已决定按如下方式行事:当我们骑上马时,随着太阳升起,谁的马最先鸣叫,谁就获得王位。
νῦν ὦν εἴ τινα ἔχεις σοφίην, μηχανῶ ὡς ἂν ἡμεῖς σχῶμεν τοῦτο τὸ γέρας καὶ μὴ ἄλλος τις.
既然如此,如果你有什么智慧,就设法让我们获得这份荣誉,而不是别人。
§3.85.2ἀμείβεται Οἰβάρης τοῖσιδε. εἰ μὲν δὴ ὦ δέσποτα ἐν τούτῳ τοι ἐστὶ ἢ βασιλέα εἶναι ἢ μή, θάρσεε τούτου εἵνεκεν καὶ θυμὸν ἔχε ἀγαθόν, ὡς βασιλεὺς οὐδεὶς ἄλλος πρὸ σεῦ ἔσται·
” 欧巴雷斯用这些话回答道: “主人啊,如果成为国王与否真的取决于这件事,那么为此您就放心吧,保持良好的心态,因为在您之前绝不会有别人成为国王。
τοιαῦτα ἔχω φάρμακα.
我自有这般妙计。
λέγει Δαρεῖος εἰ τοίνυν τι τοιοῦτον ἔχεις σόφισμα, ὥρη μηχανᾶσθαι καὶ μὴ ἀναβάλλεσθαι, ὡς τῆς ἐπιούσης ἡμέρης ὁ ἀγὼν ἡμῖν ἐστί.
” 大流士说: “既然如此,如果你有这样的妙计,现在就是施展的时候,切勿拖延,因为我们的竞争就在明天。
§3.85.3ἀκούσας ταῦτα ὁ Οἰβάρης ποιέει τοιόνδε·
” 听了这些话,欧巴雷斯做了以下的事:夜幕降临时,他把大流士的马最喜欢的一匹母马牵到郊外,拴在那里,然后把大流士的马牵了过去。
ὡς ἐγίνετο ἡ νύξ, τῶν θηλέων ἵππων μίαν, τὴν ὁ Δαρείου ἵππος ἔστεργε μάλιστα, ταύτην ἀγαγὼν ἐς τὸ προάστειον κατέδησε καὶ ἐπήγαγε τὸν Δαρείου ἵππον, καὶ τὰ μὲν πολλὰ περιῆγε ἀγχοῦ τῇ ἵππῳ ἐγχρίμπτων τῇ θηλέῃ, τέλος δὲ ἐπῆκε ὀχεῦσαι τὸν ἵππον.
接着,在很长一段时间里,他牵着马在母马身边转圈,让它贴着母马,最后,他让那匹公马与母马交配。

词汇与语法注释

  1. §3.85.1αὐτῶν ἐπαναβεβηκότων — 属格绝对结构。尽管分词动作的主体(七位同谋者)在语义上与前文的与格代词 `ἡμῖν`(我们)重合,但在句法上作为独立的属格结构插入。
  2. §3.85.2ἐν τούτῳ τοι ἐστὶ ἢ βασιλέα εἶναι ἢ μή — 短语 `ἐν τούτῳ ἐστί` 是个惯用语,意为“取决于此”。其主语是不定式短语 `ἢ βασιλέα εἶναι ἢ μή`(是否成为国王),用于具体解释指示代词 `τούτῳ`(此)的内容。

引用这一段

希罗多德, 历史 §3.85.1-3.85.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.85.1-3.85.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。