§3.85.1Δαρείῳ δὲ ἦν ἱπποκόμος ἀνὴρ σοφός, τῷ οὔνομα ἦν Οἰβάρης.
ダレイオスにはオイバレスという名の、賢い馬丁がいた。
πρὸς τοῦτον τὸν ἄνδρα, ἐπείτε διελύθησαν, ἔλεξε Δαρεῖος τάδε.
彼らが解散したとき、ダレイオスはこの男に向かって次のように言った。
Οἴβαρες, ἡμῖν δέδοκται περὶ τῆς βασιληίης ποιέειν κατὰ τάδε·
「オイバレスよ、我々は王位について次のように行うことを決定した。
ὅτευ ἂν ὁ ἵππος πρῶτος φθέγξηται ἅμα τῷ ἡλίῳ ἀνιόντι αὐτῶν ἐπαναβεβηκότων, τοῦτον ἔχειν τὴν βασιληίην.
我々が乗馬しているときに、日の出とともに誰の馬が最初にいななくか、その者が王位を得る、と。
νῦν ὦν εἴ τινα ἔχεις σοφίην, μηχανῶ ὡς ἂν ἡμεῖς σχῶμεν τοῦτο τὸ γέρας καὶ μὴ ἄλλος τις.
それゆえ今、もしお前に何か知恵があるなら、他の誰でもなく我々がこの栄誉を手に入れられるよう、策を講じてくれ。
§3.85.2ἀμείβεται Οἰβάρης τοῖσιδε.
」オイバレスは次のように答えた。
εἰ μὲν δὴ ὦ δέσποτα ἐν τούτῳ τοι ἐστὶ ἢ βασιλέα εἶναι ἢ μή, θάρσεε τούτου εἵνεκεν καὶ θυμὸν ἔχε ἀγαθόν, ὡς βασιλεὺς οὐδεὶς ἄλλος πρὸ σεῦ ἔσται·
「我が主人よ、もしあなたが王になれるか否かがこのことにかかっているとおっしゃるなら、その点については安心し、心を強く持ってください。 あなた以外の誰も先に王になることはないでしょう。
τοιαῦτα ἔχω φάρμακα.
私はそのような秘策を持っておりますから。
λέγει Δαρεῖος
εἰ τοίνυν τι τοιοῦτον ἔχεις σόφισμα, ὥρη μηχανᾶσθαι καὶ μὴ ἀναβάλλεσθαι, ὡς τῆς ἐπιούσης ἡμέρης ὁ ἀγὼν ἡμῖν ἐστί.
」ダレイオスは言った。 「それなら、もしお前にそのような策があるなら、今こそ実行すべき時であり、引き延ばしてはならぬ。 勝負は明日なのだから。
§3.85.3ἀκούσας ταῦτα ὁ Οἰβάρης ποιέει τοιόνδε·
」これを聞くと、オイバレスは次のようにした。
ὡς ἐγίνετο ἡ νύξ, τῶν θηλέων ἵππων μίαν, τὴν ὁ Δαρείου ἵππος ἔστεργε μάλιστα, ταύτην ἀγαγὼν ἐς τὸ προάστειον κατέδησε καὶ ἐπήγαγε τὸν Δαρείου ἵππον, καὶ τὰ μὲν πολλὰ περιῆγε ἀγχοῦ τῇ ἵππῳ ἐγχρίμπτων τῇ θηλέῃ, τέλος δὲ ἐπῆκε ὀχεῦσαι τὸν ἵππον.
夜になると、牝馬のうちダレイオスの馬が最も好んでいた一頭を郊外へ連れていって繋ぎ、そこへダレイオスの馬を連れてきた。 そして、しばらくの間は、その牝馬に体をこすりつけさせながら彼女の周りを巡らせていたが、最後にはその馬に交尾をさせた。