§3.84.1οἱ δὲ λοιποὶ τῶν ἑπτὰ ἐβουλεύοντο ὡς βασιλέα δικαιότατα στήσονται·
其余的六人商议如何才能最公正地立一位国王。
καί σφι ἔδοξε Ὀτάνῃ μὲν καὶ τοῖσι ἀπὸ Ὀτάνεω αἰεὶ γινομένοισι, ἢν ἐς ἄλλον τινὰ τῶν ἑπτὰ ἔλθῃ ἡ βασιληίη, ἐξαίρετα δίδοσθαι ἐσθῆτά τε Μηδικὴν ἔτεος ἑκάστου καὶ τὴν πᾶσαν δωρεὴν ἣ γίνεται ἐν Πέρσῃσι τιμιωτάτη.
他们决定,如果王位落到这七人中的其他任何人身上,每年都要给予奥塔涅斯以及他后代子孙特别的赏赐,包括一件米底亚式的礼服,以及在波斯人中被视为最珍贵的一切礼物。
τοῦδε δὲ εἵνεκεν ἐβούλευσάν οἱ δίδοσθαι ταῦτα, ὅτι ἐβούλευσέ τε πρῶτος τὸ πρῆγμα καὶ συνέστησε αὐτούς.
他们决定给予他这些,是因为他是最先策划这件事情并把他们召集在一起的人。
§3.84.2ταῦτα μὲν δὴ Ὀτάνῃ ἐξαίρετα, τάδε δὲ ἐς τὸ κοινὸν ἐβούλευσαν, παριέναι ἐς τὰ βασιλήια πάντα τὸν βουλόμενον τῶν ἑπτὰ ἄνευ ἐσαγγελέος, ἢν μὴ τυγχάνῃ εὕδων μετὰ γυναικὸς βασιλεύς, γαμέειν δὲ μὴ ἐξεῖναι ἄλλοθεν τῷ βασιλέι ἢ ἐκ τῶν συνεπαναστάντων.
这些是给奥塔涅斯的特权,而对于共同的权利,他们做出了如下规定:七人中任何想要进入王宫的人,都可以不用通过通报而自由出入,除非国王正与妻子同寝;此外,国王不得娶协同起义者以外的家族之女为妻。
§3.84.3περὶ δὲ τῆς βασιληίης ἐβούλευσαν τοιόνδε· ὅτευ ἂν ὁ ἵππος ἡλίου ἐπανατέλλοντος πρῶτος φθέγξηται, ἐν τῷ προαστείῳ αὐτῶν ἐπιβεβηκότων, τοῦτον ἔχειν τὴν βασιληίην.
关于王位,他们做出了这样的决定:当他们骑马在郊外时,在太阳升起之际,谁的马最先嘶鸣,谁就获得王位。