§3.75.1φαμένου δὲ καὶ ταῦτα ἑτοίμου εἶναι ποιέειν τοῦ Πρηξάσπεος, συγκαλέσαντες Πέρσας οἱ Μάγοι ἀνεβίβασαν αὐτὸν ἐπὶ πύργον καὶ ἀγορεύειν ἐκέλευον.
当普雷克萨斯佩斯表示他也准备照办时,马戈斯们召集了波斯人,让他登上塔楼,并命令他发表讲演。
ὁ δὲ τῶν μὲν ἐκεῖνοι προσεδέοντο αὐτοῦ, τούτων μὲν ἑκὼν ἐπελήθετο, ἀρξάμενος δὲ ἀπʼ Ἀχαιμένεος ἐγενεηλόγησε τὴν πατριὴν τὴν Κύρου, μετὰ δὲ ὡς ἐς τοῦτον κατέβη τελευτῶν ἔλεγε ὅσα ἀγαθὰ Κῦρος Πέρσας πεποιήκοι,
但他故意忽略了他们对他的要求,而是从阿凯梅内斯开始,追溯了居鲁士家族的世系,最后当谈到居鲁士本人时,他讲述了居鲁士给波斯人带来的种种恩惠。
§3.75.2διεξελθὼν δὲ ταῦτα ἐξέφαινε τὴν ἀληθείην, φάμενος πρότερον μὲν κρύπτειν (οὐ γάρ οἱ εἶναι ἀσφαλὲς λέγειν τὰ γενόμενα), ἐν δὲ τῷ παρεόντι, ἀναγκαίην μιν καταλαμβάνειν φαίνειν.
讲完这些之后,他揭示了真相,声称自己以前隐瞒了真相(因为对他来说说出所发生的事并不安全),但在目前的情况下,一种必要性迫使他将其公开。
καὶ δὴ ἔλεγε τὸν μὲν Κύρου Σμέρδιν ὡς αὐτὸς ὑπὸ Καμβύσεω ἀναγκαζόμενος ἀποκτείνειε, τοὺς Μάγους δὲ βασιλεύειν.
事实上,他宣称,居鲁士之子斯梅尔迪斯是由他自己受冈比西斯胁迫而杀害的,而马戈斯们正在统治。
§3.75.3Πέρσῃσι δὲ πολλὰ ἐπαρησάμενος εἰ μὴ ἀνακτησαίατο ὀπίσω τὴν ἀρχὴν καὶ τοὺς Μάγους τισαίατο, ἀπῆκε ἑωυτὸν ἐπὶ κεφαλὴν φέρεσθαι ἀπὸ τοῦ πύργου κάτω.
在对波斯人施加了诸多诅咒——如果他们不夺回统治权并惩罚马戈斯们的话——之后,他将自己从塔楼上大头朝下投了下去。
Πρηξάσπης μέν νυν ἐὼν τὸν πάντα χρόνον ἀνὴρ δόκιμος οὕτω ἐτελεύτησε.
就这样,一生都享有盛名的普雷克萨斯佩斯如此结束了自己的生命。