§3.74.1ἐν ᾧ δὲ οὗτοι ταῦτα ἐβουλεύοντο, ἐγίνετο κατὰ συντυχίην τάδε.
正当他们商议这些事情时,恰好发生了以下的事情。
τοῖσι Μάγοισι ἔδοξε βουλευομένοισι Πρηξάσπεα φίλον προσθέσθαι, ὅτι τε ἐπεπόνθεε πρὸς Καμβύσεω ἀνάρσια, ὅς οἱ τὸν παῖδα τοξεύσας ἀπολωλέκεε, καὶ διότι μοῦνος ἠπίστατο τὸν Σμέρδιος τοῦ Κύρου θάνατον αὐτοχειρίῃ μιν ἀπολέσας, πρὸς δʼ ἔτι ἐόντα ἐν αἴνῃ μεγίστῃ τὸν Πρηξάσπεα ἐν Πέρσῃσι.
马戈斯们经商议决定拉拢普雷克萨斯佩斯为朋友,因为他曾遭受冈比西斯的残酷对待(冈比西斯曾用箭射死了他的儿子),而且因为只有他一人知道居鲁士之子斯梅尔迪斯的死讯,那正是他亲手杀死的;此外,还因为普雷克萨斯佩斯在波斯人中享有极高的声望。
§3.74.2τούτων δή μιν εἵνεκεν καλέσαντες φίλον προσεκτῶντο πίστι τε λαβόντες καὶ ὁρκίοισι, ἦ μὲν ἕξειν παρʼ ἑωυτῷ μηδʼ ἐξοίσειν μηδενὶ ἀνθρώπων τὴν ἀπὸ σφέων ἀπάτην ἐς Πέρσας γεγονυῖαν, ὑπισχνεύμενοι τὰ πάντα οἱ μυρία δώσειν.
正是由于这些原因,他们召见了他,并通过获取他的誓言和保证来拉拢他为朋友,让他发誓保守秘密,绝不对任何人泄露他们对波斯人所施展的欺骗,并许诺给予他无数的一切。
§3.74.3ὑποσχομένου δὲ τοῦ Πρηξάσπεος ποιήσειν ταῦτα, ὡς ἀνέπεισάν μιν οἱ Μάγοι, δεύτερα προσέφερον, αὐτοὶ μὲν φάμενοι Πέρσας πάντας συγκαλέειν ὑπὸ τὸ βασιλήιον τεῖχος, κεῖνον δʼ ἐκέλευον ἀναβάντα ἐπὶ πύργον ἀγορεῦσαι ὡς ὑπὸ τοῦ Κύρου Σμέρδιος ἄρχονται καὶ ὑπʼ οὐδενὸς ἄλλου.
当普雷克萨斯佩斯答应照办,且马戈斯们说服了他之后,他们又提出了第二个建议:他们自己声称将召集全体波斯人到王宫城墙下,并命令他登上塔楼发表讲演,宣称他们是由居鲁士之子斯梅尔迪斯统治的,而非其他任何人。
§3.74.4ταῦτα δὲ οὕτω ἐνετέλλοντο ὡς πιστοτάτου δῆθεν ἐόντος αὐτοῦ ἐν Πέρσῃσι καὶ πολλάκις ἀποδεξαμένου γνώμην ὡς περιείη ὁ Κύρου Σμέρδις, καὶ ἐξαρνησαμένου τὸν φόνον αὐτοῦ.
他们之所以如此吩咐,是因为他们认为他在波斯人中是最受信任的人,而且他曾多次发表意见称居鲁士之子斯梅尔迪斯尚在人世,并极力否认对他的谋杀。