Humanitext Reader

希罗多德 · 历史 §3.69.1-3.69.6

派杜美确认伪斯梅尔迪斯没有耳朵

第 473 段,共 1577 段 · 希腊语

内容简介

奥塔涅斯指示女儿派杜美趁同床共寝之机摸丈夫的耳朵以确认其身份,派杜美冒险发现其无耳后随即将此情况报告给父亲。

§3.69.1ἀκούοντι δὲ ταῦτα τῷ Ὀτάνῃ μᾶλλον κατεφαίνετο τὸ πρῆγμα.
奥塔涅斯听了这些话,事情对他来说变得更加明晰了。
τρίτην δὲ ἀγγελίην ἐσπέμπει παρʼ αὐτὴν λέγουσαν ταῦτα. §3.69.2ὦ θύγατερ, δεῖ σε γεγονυῖαν εὖ κίνδυνον ἀναλαβέσθαι τὸν ἂν ὁ πατὴρ ὑποδύνειν κελεύῃ.
于是他向她派去了第三次使者,传达如下的话: “女儿啊,你既然出身高贵,就应当承担起父亲要求你面对的危险。
εἰ γὰρ δὴ μή ἐστι ὁ Κύρου Σμέρδις ἀλλὰ τὸν καταδοκέω ἐγώ, οὔτοι μιν σοί τε συγκοιμώμενον καὶ τὸ Περσέων κράτος ἔχοντα δεῖ χαίροντα ἀπαλλάσσειν, ἀλλὰ δοῦναι δίκην.
因为如果他确实不是居鲁士之子斯梅尔迪斯,而是我所怀疑的那个人,那么他既与你同床共寝,又掌握着波斯人的权力,绝不该让他便宜地逃脱,而必须受到惩罚。
§3.69.3νῦν ὦν ποίησον τάδε· ἐπεὰν σοὶ συνεύδῃ καὶ μάθῃς αὐτὸν κατυπνωμένον, ἄφασον αὐτοῦ τὰ ὦτα·
因此,现在请这样做:当他与你同寝,而你发现他已熟睡时,去摸他的耳朵。
καὶ ἢν μὲν φαίνηται ἔχων ὦτα, νόμιζε σεωυτὴν Σμέρδι τῷ Κύρου συνοικέειν, ἢν δὲ μὴ ἔχων, σὺ δὲ τῷ Μάγῳ Σμέρδι.
如果他看起来有耳朵,你就认为自己是与居鲁士之子斯梅尔迪斯共同生活;但如果没有,你就是与那个马基斯人斯梅尔迪斯在一起。
§3.69.4ἀντιπέμπει πρὸς ταῦτα ἡ Φαιδύμη φαμένη κινδυνεύσειν μεγάλως, ἢν ποιέῃ ταῦτα· εἰ γὰρ δὴ μὴ τυγχάνει τὰ ὦτα ἔχων, ἐπίλαμπτος δὲ ἀφάσσουσα ἔσται, εὖ εἰδέναι ὡς ἀιστώσει μιν·
” 派杜美对此派人回信说,如果她这样做,将会冒极大的危险;因为如果他确实没有耳朵,而她摸耳朵时被当场发现,她深知他一定会将她处死。
ὅμως μέντοι ποιήσειν ταῦτα.
然而,她还是表示会这样做。
§3.69.5ἣ μὲν δὴ ὑπεδέξατο ταῦτα τῷ πατρὶ κατεργάσεσθαι.
于是,她确实向父亲承诺要完成这件事。
τοῦ δὲ Μάγου τούτου τοῦ Σμέρδιος Κῦρος ὁ Καμβύσεω ἄρχων τὰ ὦτα ἀπέταμε ἐπʼ αἰτίῃ δή τινι οὐ σμικρῇ.
原来,这个马基斯人斯梅尔迪斯,在坎比西斯之子居鲁士执政时,曾因某种不小的罪名而被割去了双耳。
§3.69.6ἡ ὦν δὴ Φαιδύμη αὕτη, ἡ τοῦ Ὀτάνεω θυγάτηρ, πάντα ἐπιτελέουσα τὰ ὑπεδέξατο τῷ πατρί, ἐπείτε αὐτῆς μέρος ἐγίνετο τῆς ἀπίξιος παρὰ τὸν Μάγον (ἐν περιτροπῇ γὰρ δὴ αἱ γυναῖκες φοιτέουσι τοῖσι Πέρσῃσι), ἐλθοῦσα παρʼ αὐτὸν ηὗδε, ὑπνωμένου δὲ καρτερῶς τοῦ Μάγου ἤφασε τὰ ὦτα.
于是,奥塔涅斯的女儿这位派杜美,为了履行对父亲许下的所有诺言,在轮到她去马基斯人那里的这一天(因为波斯人的妻子们是按顺序轮流过去的),她来到他身边,与他同寝,趁着马基斯人酣睡之际摸了耳朵。
μαθοῦσα δὲ οὐ χαλεπῶς ἀλλʼ εὐπετέως οὐκ ἔχοντα τὸν ἄνδρα ὦτα, ὡς ἡμέρη τάχιστα ἐγεγόνεε, πέμψασα ἐσήμηνε τῷ πατρὶ τὰ γενόμενα.
她轻而易举地发现丈夫没有耳朵,一等到天亮,便派人向父亲报告了所发生的事情。

词汇与语法注释

  1. 3.69.2τὸν — 关系代名词。在爱奥尼亚方言中,定冠词的形式被用作关系代名词。此处省略了先行词,意为“我所怀疑的那个人”。
  2. 3.69.2χαίροντα ἀπαλλάσσειν — 意为“免受惩罚而逃脱”的习语。此处 ἀπαλλάσσειν 作不及物动词使用,意为“逃脱、离去”。
  3. 3.69.4εὖ εἰδέναι — 间接引语中的不定式。隶属于前文的分词 φαμένη(说道),在语境中其主语是派杜美本人(“她深知”)。
  4. 3.69.6αὐτῆς μέρος ἐγίνετο τῆς ἀπίξιος — 意为“轮到她去[马基斯人那里]”。αὐτῆς 是所有权属格,τῆς ἀπίξιος(去)是修饰 μέρος(轮次、顺序)的属格。

引用这一段

希罗多德, 历史 §3.69.1-3.69.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.69.1-3.69.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。