§3.69.1ἀκούοντι δὲ ταῦτα τῷ Ὀτάνῃ μᾶλλον κατεφαίνετο τὸ πρῆγμα.
オタネスはこれを聞くと、事態がいよいよはっきりしてきたように思われた。
τρίτην δὲ ἀγγελίην ἐσπέμπει παρʼ αὐτὴν λέγουσαν ταῦτα.
そこで彼は、彼女のもとに次のように告げる三度目の使者を送り込んだ。
§3.69.2ὦ θύγατερ, δεῖ σε γεγονυῖαν εὖ κίνδυνον ἀναλαβέσθαι τὸν ἂν ὁ πατὴρ ὑποδύνειν κελεύῃ.
「娘よ、高貴な生まれの者として、お前は父が引き受けるように命じる危険を冒さねばならぬ。
εἰ γὰρ δὴ μή ἐστι ὁ Κύρου Σμέρδις ἀλλὰ τὸν καταδοκέω ἐγώ, οὔτοι μιν σοί τε συγκοιμώμενον καὶ τὸ Περσέων κράτος ἔχοντα δεῖ χαίροντα ἀπαλλάσσειν, ἀλλὰ δοῦναι δίκην.
もし彼がキュロスの子スメルディスではなく、私の疑っている通りの男であるなら、お前と同衾し、ペルシア人の権力を握っている男が、無罰のまま逃げおおせるなどということは決してあってはならず、罰を受けねばならぬからだ。
§3.69.3νῦν ὦν ποίησον τάδε·
それゆえ、今は次のようにするのだ。
ἐπεὰν σοὶ συνεύδῃ καὶ μάθῃς αὐτὸν κατυπνωμένον, ἄφασον αὐτοῦ τὰ ὦτα·
彼がお前と同衾し、彼が深く眠り込んだのを知ったなら、彼の耳を触って確かめよ。
καὶ ἢν μὲν φαίνηται ἔχων ὦτα, νόμιζε σεωυτὴν Σμέρδι τῷ Κύρου συνοικέειν, ἢν δὲ μὴ ἔχων, σὺ δὲ τῷ Μάγῳ Σμέρδι.
そして、もし彼に耳があるように見えたなら、自分はキュロスの子スメルディスと同居しているのだと考えよ。 だがもし耳がないなら、お前が同居しているのはマゴスのスメルディスなのだ。
§3.69.4ἀντιπέμπει πρὸς ταῦτα ἡ Φαιδύμη φαμένη κινδυνεύσειν μεγάλως, ἢν ποιέῃ ταῦτα·
」これに対してパイデュメは、もしそのようなことをすれば大きな危険を冒すことになると言って使者を送り返した。
εἰ γὰρ δὴ μὴ τυγχάνει τὰ ὦτα ἔχων, ἐπίλαμπτος δὲ ἀφάσσουσα ἔσται, εὖ εἰδέναι ὡς ἀιστώσει μιν·
すなわち、もし彼に本当に耳がなく、触っているところを見つかってしまえば、彼が自分を亡き者にするのは目に見えているからだという。
ὅμως μέντοι ποιήσειν ταῦτα.
しかしながら、それでも彼女はその通りに実行すると答えた。
§3.69.5ἣ μὲν δὴ ὑπεδέξατο ταῦτα τῷ πατρὶ κατεργάσεσθαι.
こうして彼女は父に対して、このことを成し遂げると約束した。
τοῦ δὲ Μάγου τούτου τοῦ Σμέρδιος Κῦρος ὁ Καμβύσεω ἄρχων τὰ ὦτα ἀπέταμε ἐπʼ αἰτίῃ δή τινι οὐ σμικρῇ.
このマゴスのスメルディスは、かつてカンビュシスの子キュロスが王であった時に、少なからぬ罪によってその耳を切り落とされていたのである。
§3.69.6ἡ ὦν δὴ Φαιδύμη αὕτη, ἡ τοῦ Ὀτάνεω θυγάτηρ, πάντα ἐπιτελέουσα τὰ ὑπεδέξατο τῷ πατρί, ἐπείτε αὐτῆς μέρος ἐγίνετο τῆς ἀπίξιος παρὰ τὸν Μάγον (ἐν περιτροπῇ γὰρ δὴ αἱ γυναῖκες φοιτέουσι τοῖσι Πέρσῃσι), ἐλθοῦσα παρʼ αὐτὸν ηὗδε, ὑπνωμένου δὲ καρτερῶς τοῦ Μάγου ἤφασε τὰ ὦτα.
そこで、このオタネスの娘パイデュメは、父に約束したことをすべて実行すべく、マゴスのもとに赴く自分の番が来たときに(というのも、妻たちはペルシア人のもとへ順繰りに通うことになっていたからである)、彼のところへ行って添い寝し、マゴスが深く眠り込んだときに耳を触ってみた。
μαθοῦσα δὲ οὐ χαλεπῶς ἀλλʼ εὐπετέως οὐκ ἔχοντα τὸν ἄνδρα ὦτα, ὡς ἡμέρη τάχιστα ἐγεγόνεε, πέμψασα ἐσήμηνε τῷ πατρὶ τὰ γενόμενα.
そして夫に耳がないことを、困難なく、たやすく確かめると、夜が明けるやいなや、使者を送って父に事の顛末を知らせた。