Humanitext Reader

希罗多德 · 历史 §3.68.1-3.68.5

奥塔涅斯的怀疑与对女儿派杜美的询问

第 472 段,共 1577 段 · 希腊语

内容简介

奥塔涅斯怀疑马基斯人的真实身份,并向与国王同居的女儿派杜美打听,但派杜美回信称由于所有的妻子都被隔离,她无法确认其身份。

§3.68.1προεῖπε μὲν δὴ ταῦτα αὐτίκα ἐνιστάμενος ἐς τὴν ἀρχήν, ὀγδόῳ δὲ μηνὶ ἐγένετο κατάδηλος τρόπῳ τοιῷδε.
他确实在即位之初就宣布了这些事,但在第八个月,他以下述方式暴露了身份。
Ὀτάνης ἦν Φαρνάσπεω μὲν παῖς, γένεϊ δὲ καὶ χρήμασι ὅμοιος τῷ πρώτῳ Περσέων.
奥塔涅斯是法尔纳斯佩斯之子,其出身和财产与波斯的首要人物不相上下。
§3.68.2οὗτος ὁ Ὀτάνης πρῶτος ὑπώπτευσε τὸν Μάγον ὡς οὐκ εἴη ὁ Κύρου Σμέρδις ἀλλʼ ὅς περ ἦν, τῇδε συμβαλόμενος, ὅτι τε οὐκ ἐξεφοίτα ἐκ τῆς ἀκροπόλιος καὶ ὅτι οὐκ ἐκάλεε ἐς ὄψιν ἑωυτῷ οὐδένα τῶν λογίμων Περσέων·
这位奥塔涅斯是最先怀疑那个马基斯人并非居鲁士之子斯梅尔迪斯、而是其本来面目的人,他是通过以下迹象推测出来的:即他既不走出卫城,也不召见任何一位有声望的波斯人。
§3.68.3ὑποπτεύσας δέ μιν ἐποίεε τάδε.
心生怀疑之后,他便采取了如下行动。
ἔσχε αὐτοῦ Καμβύσης θυγατέρα, τῇ οὔνομα ἦν Φαιδύμη· τὴν αὐτὴν δὴ ταύτην εἶχε τότε ὁ Μάγος καὶ ταύτῃ τε συνοίκεε καὶ τῇσι ἄλλῃσι πάσῃσι τῇσι τοῦ Καμβύσεω γυναιξί.
坎比西斯娶了他的女儿,名字叫派杜美;当时那个马基斯人占有着这同一个女人,并与她以及坎比西斯的所有其他妻子同居。
πέμπων δὴ ὦν ὁ Ὀτάνης παρὰ ταύτην τὴν θυγατέρα ἐπυνθάνετο παρʼ ὅτεῳ ἀνθρώπων κοιμῷτο, εἴτε μετὰ Σμέρδιος τοῦ Κύρου εἴτε μετὰ ἄλλου τευ.
因此,奥塔涅斯派人到这个女儿那里,向她打听她正与什么人同床共寝,是与居鲁士之子斯梅尔迪斯,还是与其他什么人。
§3.68.4ἣ δέ οἱ ἀντέπεμπε φαμένη οὐ γινώσκειν· οὔτε γὰρ τὸν Κύρου Σμέρδιν ἰδέσθαι οὐδαμὰ οὔτε ὅστις εἴη ὁ συνοικέων αὐτῇ εἰδέναι.
她派人给父亲回信说,自己并不知道;因为她从未见过居鲁士之子斯梅尔迪斯,也不知道与自己同居的人是谁。
ἔπεμπε δεύτερα ὁ Ὀτάνης λέγων εἰ μὴ αὐτὴ Σμέρδιν τὸν Κύρου γινώσκεις, σὺ δὲ παρὰ Ἀτόσσης πύθευ ὅτεῳ τούτῳ συνοικέει αὐτή τε ἐκείνη καὶ σύ· πάντως γὰρ δή κου τόν γε ἑωυτῆς ἀδελφεὸν γινώσκει.
奥塔涅斯第二次派人去说:“如果你自己不认识居鲁士之子斯梅尔迪斯,你就去问阿托莎,她和你共同生活的这个男人究竟是谁;因为她肯定认识自己的亲兄弟。
ἀντιπέμπει πρὸς ταῦτα ἡ θυγάτηρ §3.68.5οὔτε Ἀτόσσῃ δύναμαι ἐς λόγους ἐλθεῖν οὔτε ἄλλην οὐδεμίαν ἰδέσθαι τῶν συγκατημενέων γυναικῶν.
”女儿对此回信道: “我既无法与阿托莎交谈,也见不到任何一个被一同关着的其他妻子。
ἐπείτε γὰρ τάχιστα οὗτος ὥνθρωπος, ὅστις κοτὲ ἐστί, παρέλαβε τὴν βασιληίην, διέσπειρε ἡμέας ἄλλην ἄλλῃ τάξας.
因为这个男人,不管他究竟是谁,一旦夺取王权,就立刻把我们拆散,安插在不同的地方。 ”

词汇与语法注释

  1. §3.68.2ὡς οὐκ εἴη ὁ Κύρου Σμέρδις ἀλλʼ ὅς περ ἦν — 这是一种前置宾语(先行格,prolepsis)句式,被怀疑的对象首先以宾格(τὸν Μάγον)形式呈现。从句(ὡς 引导的间接陈述句)由于主句动词为过去时(ὑπώπτευσε)而采用斜格祈愿式(εἴη),而与之相对比的关系从句(ὅς περ ἦν)则保留了直说过去式(ἦν),以表示叙述者眼中确凿的事实。
  2. §3.68.4ὅτεῳ τούτῳ συνοικέει αὐτή τε ἐκείνη καὶ σύ — ὅτεῳ 是不定关系代词 ὅστις 的与格单数形式(伊奥尼亚方言)。它与指示代词 τούτῳ 结合,形成了双重代词结构,引导一个间接疑问句,意为“她自己和你正与作为这个人的谁同居”。
  3. §3.68.5ἄλλην ἄλλῃ τάξας — 这是希腊语中典型的同词异格并置(polyptoton,将同一个词 ἄλλος 的不同格形式并列)用法,用以表示个体化和分散:“把一个女人安置在一个地方,另一个安置在另一个地方”(即“把我们每个人拆散安置在不同的地方”)。

引用这一段

希罗多德, 历史 §3.68.1-3.68.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.68.1-3.68.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。