Humanitext Reader

希罗多德 · 历史 §3.64.1-3.64.5

坎比西斯负伤与埃克巴坦那的神谕

第 468 段,共 1577 段 · 希腊语

内容简介

坎比西斯顿悟了梦境的真相与马基斯的反叛,准备出征,却意外刺伤了自己的大腿。当得知该地名为埃克巴坦那时,他想起了自己将死于此地的古老神谕,并领悟到了自己的宿命。

§3.64.1ἐνθαῦτα ἀκούσαντα Καμβύσεα τὸ Σμέρδιος οὔνομα ἔτυψε ἡ ἀληθείη τῶν τε λόγων καὶ τοῦ ἐνυπνίου· ὃς ἐδόκεε ἐν τῷ ὕπνῳ ἀπαγγεῖλαι τινά οἱ ὡς Σμέρδις ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ψαύσειε τῇ κεφαλῇ τοῦ οὐρανοῦ.
那时,当坎比西斯听到斯梅尔迪斯的名字时,那些话语的真实性与那场梦境的真实性同时击中了他——在梦中,他曾以为有人在睡眠中向他报告,说斯梅尔迪斯坐在王座上,头顶着苍天。
§3.64.2μαθὼν δὲ ὡς μάτην ἀπολωλεκὼς εἴη τὸν ἀδελφεόν, ἀπέκλαιε Σμέρδιν·
得知自己徒然杀死了兄弟,他为斯梅尔迪斯哀哭。
ἀποκλαύσας δὲ καὶ περιημεκτήσας τῇ ἁπάσῃ συμφορῇ ἀναθρώσκει ἐπὶ τὸν ἵππον, ἐν νόῳ ἔχων τὴν ταχίστην ἐς Σοῦσα στρατεύεσθαι ἐπὶ τὸν Μάγον.
痛哭之后,他又因这整场灾祸而极为愤懑,于是跃上马背,心中打算以最快的速度进军苏萨去讨伐马基斯。
§3.64.3καί οἱ ἀναθρώσκοντι ἐπὶ τὸν ἵππον τοῦ κολεοῦ τοῦ ξίφεος ὁ μύκης ἀποπίπτει, γυμνωθὲν δὲ τὸ ξίφος παίει τὸν μηρόν·
就在他跃上马背时,剑鞘底端的金属套脱落了,裸露出的剑刃刺中了他的大腿。
τρωματισθεὶς δὲ κατὰ τοῦτο τῇ αὐτὸς πρότερον τὸν τῶν Αἰγυπτίων θεὸν Ἆπιν ἔπληξε, ὥς οἱ καιρίῃ ἔδοξε τετύφθαι, εἴρετο ὁ Καμβύσης ὅ τι τῇ πόλι οὔνομα εἴη·
受伤的部位恰好是他自己以前刺伤埃及人的神阿皮斯的地方。 当他觉得自己受了致命伤时,坎比西斯询问这座城市的名字是什么。
οἳ δὲ εἶπαν ὅτι Ἀγβάτανα.
人们回答说是埃克巴坦那。
§3.64.4τῷ δὲ ἔτι πρότερον ἐκέχρηστο ἐκ Βουτοῦς πόλιος ἐν Ἀγβατάνοισι τελευτήσειν τὸν βίον.
在此之前,布托城曾给过他一个神谕,说他将在埃克巴坦那结束生命。
ὃ μὲν δὴ ἐν τοῖσι Μηδικοῖσι Ἀγβατάνοισι ἐδόκεε τελευτήσειν γηραιός, ἐν τοῖσί οἱ ἦν τὰ πάντα πρήγματα·
他本以为自己会在米底亚的埃克巴坦那老死,因为他的所有基业都在那里。
τὸ δὲ χρηστήριον ἐν τοῖσι ἐν Συρίῃ Ἀγβατάνοισι ἔλεγε ἄρα.
然而,神谕所指的实际上是叙利亚的埃克巴坦那。
§3.64.5καὶ δὴ ὡς τότε ἐπειρόμενος ἐπύθετο τῆς πόλιος τὸ οὔνομα, ὑπὸ τῆς συμφορῆς τῆς τε ἐκ τοῦ Μάγου ἐκπεπληγμένος καὶ τοῦ τρώματος ἐσωφρόνησε, συλλαβὼν δὲ τὸ θεοπρόπιον εἶπε ἐνθαῦτα Καμβύσεα τὸν Κύρου ἐστὶ πεπρωμένον τελευτᾶν.
当时,他通过询问得知了这座城市的名字,由于受到马基斯带来的灾祸和自己伤势的沉重打击,他清醒过来。 他领悟了神谕,说道:“在这里,居鲁士之子坎比西斯命中注定要走向死亡。 ”

词汇与语法注释

  1. 3.64.1ὃς ἐδόκεε — 关系代名词 `ὃς` 的先行词解析。虽然有人认为它通过拟人化指向前文的中性名词 `ἐνυπνίου`(梦),但在语境中,将其理解为指向主句的主语坎比西斯(阳性)更为自然,意为“他在梦中以为……”。
  2. 3.64.3ὥς οἱ καιρίῃ ἔδοξε τετύφθαι — `ὥς` 是连词 `ὡς`(当……时)因特定语境或重音规则而带重音的形式。`καιρίῃ` 是阴性与格形容词,省略了名词 `πληγῇ`(击打、伤口),意为“因致命的一击”。`τετύφθαι` 是动词 `τύπτω`(击打、刺)的完成时被动不定式。
  3. 3.64.4ἐκέχρηστο — 动词 `χράω`(给予神谕)的第三人称单数过去完成时中动/被动语态,在此处非人称化地使用,意为“曾被给予神谕”。它带有与格的 `τῷ`(对他),而不定式短语 `τελευτήσειν`(结束生命)作为其实质上的主语,表示神谕的具体内容。
  4. 3.64.5συλλαβὼν — 动词 `συλλαμβάνω`(共同拿取、聚集)的第二不定过去时主动分词。在此处用于理智层面,意为“领悟”、“完全把握(神谕的含义)”。

引用这一段

希罗多德, 历史 §3.64.1-3.64.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.64.1-3.64.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。