§3.65.1τότε μὲν τοσαῦτα.
那时的事便是如此。
ἡμέρῃσι δὲ ὕστερον ὡς εἴκοσι μεταπεμψάμενος Περσέων τῶν παρεόντων τοὺς λογιμωτάτους ἔλεγέ σφι τάδε. ὦ Πέρσαι, καταλελάβηκέ με, τὸ πάντων μάλιστα ἔκρυπτον πρηγμάτων, τοῦτο ἐς ὑμέας ἐκφῆναι.
大约二十天后,他召集了在场的波斯人中最显贵的人,对他们说: “波斯人啊,我陷入了不得不向你们揭示我最深藏的这件事的境地。
§3.65.2ἐγὼ γὰρ ἐὼν ἐν Αἰγύπτῳ εἶδον ὄψιν ἐν τῷ ὕπνῳ, τὴν μηδαμὰ ὄφελον ἰδεῖν·
因为当我在埃及时,我在梦中看到了一个幻象,我真希望自己从未见过它。
ἐδόκεον δέ μοι ἄγγελον ἐλθόντα ἐξ οἴκου ἀγγέλλειν ὡς Σμέρδις ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ψαύσειε τῇ κεφαλῇ τοῦ οὐρανοῦ.
在梦中,我以为有一个使者从家里来,向我报告说,斯梅尔迪斯坐在王座上,头顶着苍天。
§3.65.3δείσας δὲ μὴ ἀπαιρεθέω τὴν ἀρχὴν πρὸς τοῦ ἀδελφεοῦ, ἐποίησα ταχύτερα ἢ σοφώτερα·
我由于害怕被兄弟夺去王位,便做出了急躁有余而明智不足的事情。
ἐν τῇ γὰρ ἀνθρωπηίῃ φύσι οὐκ ἐνῆν ἄρα τὸ μέλλον γίνεσθαι ἀποτρέπειν.
因为在人类的本性中,终究是无法阻挡那即将发生的事情的。
ἐγὼ δὲ ὁ μάταιος Πρηξάσπεα ἀποπέμπω ἐς Σοῦσα ἀποκτενέοντα Σμέρδιν.
而我这个愚蠢的人,却派普雷克萨斯佩斯去苏萨,要他杀死斯梅尔迪斯。
ἐξεργασθέντος δὲ κακοῦ τοσούτου ἀδεῶς διαιτώμην, οὐδαμὰ ἐπιλεξάμενος μή κοτέ τίς μοι Σμέρδιος ὑπαραιρημένου ἄλλος ἐπανασταίη ἀνθρώπων.
在如此巨大的罪行得逞之后,我毫无惧色地生活着,从未料到在斯梅尔迪斯被除掉之后,还会有别人起来反叛我。
§3.65.4παντὸς δὲ τοῦ μέλλοντος ἔσεσθαι ἁμαρτὼν ἀδελφεοκτόνος τε οὐδὲν δέον γέγονα καὶ τῆς βασιληίης οὐδὲν ἧσσον ἐστέρημαι·
然而,我完全误判了未来要发生的事,不仅毫无必要地成了杀害兄弟的凶手,而且照样被剥夺了王位。
Σμέρδις γὰρ δὴ ἦν ὁ Μάγος τόν μοι ὁ δαίμων προέφαινε ἐν τῇ ὄψι ἐπαναστήσεσθαι.
因为神明在幻象中向我预示的那个将要起来反叛的‘斯梅尔迪斯’,其实就是那个马基斯人。
§3.65.5τὸ μὲν δὴ ἔργον ἐξέργασταί μοι, καὶ Σμέρδιν τὸν Κύρου μηκέτι ὑμῖν ἐόντα λογίζεσθε·
如今,这件事情我已经做下了,你们应当认为居鲁士之子斯梅尔迪斯不复存在了。
οἱ δὲ ὑμῖν Μάγοι κρατέουσι τῶν βασιληίων, τόν τε ἔλιπον ἐπίτροπον τῶν οἰκίων καὶ ὁ ἐκείνου ἀδελφεὸς Σμέρδις.
但是,掌控你们王权的是马基斯人——那个我留下当家务总管的人,以及他的兄弟斯梅尔迪斯。
τὸν μέν νυν μάλιστα χρῆν ἐμεῦ αἰσχρὰ πρὸς τῶν Μάγων πεπονθότος τιμωρέειν ἐμοί, οὗτος μὲν ἀνοσίῳ μόρῳ τετελεύτηκε ὑπὸ τῶν ἑωυτοῦ οἰκηιοτάτων·
至于那个本该在我遭受马基斯人耻辱时最该为我复仇的人,却已经死在自己最亲近的人手中,落得个不洁的下场。
§3.65.6τούτου δὲ μηκέτι ἐόντος, δεύτερα τῶν λοιπῶν ὑμῖν ὦ Πέρσαι γίνεταί μοι ἀναγκαιότατον ἐντέλλεσθαι τὰ θέλω μοι γενέσθαι τελευτῶν τὸν βίον·
既然他已经不在了,波斯人啊,作为余下事情中的次要迫切之务,我就必须向你们交代我临终前的愿望。
καὶ δὴ ὑμῖν τάδε ἐπισκήπτω θεοὺς τοὺς βασιληίους ἐπικαλέων καὶ πᾶσι ὑμῖν καὶ μάλιστα Ἀχαιμενιδέων τοῖσι παρεοῦσι, μὴ περιιδεῖν τὴν ἡγεμονίην αὖτις ἐς Μήδους περιελθοῦσαν, ἀλλʼ εἴτε δόλῳ ἔχουσι αὐτὴν κτησάμενοι, δόλῳ ἀπαιρεθῆναι ὑπὸ ὑμέων, εἴτε καὶ σθένεϊ τεῷ κατεργασάμενοι, σθένεϊ κατὰ τὸ καρτερὸν ἀνασώσασθαι.
我呼求王室的神明,向你们全体、尤其是向在场的阿契美尼德家族成员郑重嘱托:绝不容许统治权再次落入米底人手中。 如果他们是用诡计骗取了它,你们就要用诡计夺回来;如果他们是用某种武力占有了它,你们也要用武力尽全力夺回来。
§3.65.7καὶ ταῦτα μὲν ποιεῦσι ὑμῖν γῆ τε καρπὸν ἐκφέροι καὶ γυναῖκές τε καὶ ποῖμναι τίκτοιεν, ἐοῦσι ἐς τὸν ἅπαντα χρόνον ἐλευθέροισι·
如果你们这样做,愿大地为你们生长庄稼,愿你们的妻子和牲畜繁衍后代,愿你们永远享有自由。
μὴ δὲ ἀνασωσαμένοισι τὴν ἀρχὴν μηδʼ ἐπιχειρήσασι ἀνασώζειν τὰ ἐναντία τούτοισι ἀρῶμαι ὑμῖν γενέσθαι, καὶ πρὸς ἔτι τούτοισι τὸ τέλος Περσέων ἑκάστῳ ἐπιγενέσθαι οἷον ἐμοὶ ἐπιγέγονε.
但如果你们不夺回统治权,甚至不尝试去夺回它,我便诅咒你们得到与这些相反的下场,并且诅咒波斯人的每个人都落得像我一样的结局。
ἅμα τε εἴπας ταῦτα ὁ Καμβύσης ἀπέκλαιε πᾶσαν τὴν ἑωυτοῦ πρῆξιν.
”坎比西斯说完这些,便为自己一生的遭遇而痛哭起来。