§3.64.1ἐνθαῦτα ἀκούσαντα Καμβύσεα τὸ Σμέρδιος οὔνομα ἔτυψε ἡ ἀληθείη τῶν τε λόγων καὶ τοῦ ἐνυπνίου· ὃς ἐδόκεε ἐν τῷ ὕπνῳ ἀπαγγεῖλαι τινά οἱ ὡς Σμέρδις ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ψαύσειε τῇ κεφαλῇ τοῦ οὐρανοῦ.
Then, when Cambyses heard the name of Smerdis, the truth of both the words and the dream struck him—the dream in which he thought someone had reported to him in his sleep that Smerdis, sitting upon the royal throne, touched the heaven with his head.
§3.64.2μαθὼν δὲ ὡς μάτην ἀπολωλεκὼς εἴη τὸν ἀδελφεόν, ἀπέκλαιε Σμέρδιν· ἀποκλαύσας δὲ καὶ περιημεκτήσας τῇ ἁπάσῃ συμφορῇ ἀναθρώσκει ἐπὶ τὸν ἵππον, ἐν νόῳ ἔχων τὴν ταχίστην ἐς Σοῦσα στρατεύεσθαι ἐπὶ τὸν Μάγον.
Realizing that he had killed his brother in vain, he wept for Smerdis; and having wept and being deeply distressed by the whole misfortune, he leaped upon his horse, intending to march to Susa against the Magian as quickly as possible.
§3.64.3καί οἱ ἀναθρώσκοντι ἐπὶ τὸν ἵππον τοῦ κολεοῦ τοῦ ξίφεος ὁ μύκης ἀποπίπτει, γυμνωθὲν δὲ τὸ ξίφος παίει τὸν μηρόν·
As he was leaping upon his horse, the cap of his sword's scabbard fell off, and the naked sword struck his thigh.
τρωματισθεὶς δὲ κατὰ τοῦτο τῇ αὐτὸς πρότερον τὸν τῶν Αἰγυπτίων θεὸν Ἆπιν ἔπληξε, ὥς οἱ καιρίῃ ἔδοξε τετύφθαι, εἴρετο ὁ Καμβύσης ὅ τι τῇ πόλι οὔνομα εἴη·
Being wounded in the very place where he himself had previously struck Apis, the god of the Egyptians, when it seemed to him that he had been mortally wounded, Cambyses asked what the name of the city was.
οἳ δὲ εἶπαν ὅτι Ἀγβάτανα.
They said that it was Agbatana.
§3.64.4τῷ δὲ ἔτι πρότερον ἐκέχρηστο ἐκ Βουτοῦς πόλιος ἐν Ἀγβατάνοισι τελευτήσειν τὸν βίον.
Moreover, an oracle had been given to him even earlier from the city of Buto that he would end his life in Agbatana.
ὃ μὲν δὴ ἐν τοῖσι Μηδικοῖσι Ἀγβατάνοισι ἐδόκεε τελευτήσειν γηραιός, ἐν τοῖσί οἱ ἦν τὰ πάντα πρήγματα· τὸ δὲ χρηστήριον ἐν τοῖσι ἐν Συρίῃ Ἀγβατάνοισι ἔλεγε ἄρα.
He indeed had expected to end his life in old age in Median Agbatana, where all his affairs were; but the oracle, as it turned out, spoke of Agbatana in Syria.
§3.64.5καὶ δὴ ὡς τότε ἐπειρόμενος ἐπύθετο τῆς πόλιος τὸ οὔνομα, ὑπὸ τῆς συμφορῆς τῆς τε ἐκ τοῦ Μάγου ἐκπεπληγμένος καὶ τοῦ τρώματος ἐσωφρόνησε, συλλαβὼν δὲ τὸ θεοπρόπιον εἶπε
ἐνθαῦτα Καμβύσεα τὸν Κύρου ἐστὶ πεπρωμένον τελευτᾶν.
And so, when he then heard the name of the city upon inquiring, shocked by both the misfortune caused by the Magian and his wound, he came to his senses, and understanding the oracle, he said: "Here it is fated for Cambyses, the son of Cyrus, to die."