§3.54.1Λακεδαιμόνιοι δὲ στόλῳ μεγάλῳ ὡς ἀπίκοντο, ἐπολιόρκεον Σάμον·
拉刻代蒙人率大军抵达后,便包围了萨摩斯。
προσβαλόντες δὲ πρὸς τὸ τεῖχος τοῦ μὲν πρὸς θαλάσσῃ ἑστεῶτος πύργου κατὰ τὸ προάστειον τῆς πόλιος ἐπέβησαν, μετὰ δὲ αὐτοῦ βοηθήσαντος Πολυκράτεος χειρὶ πολλῇ ἀπηλάσθησαν.
他们向城墙发起进攻,登上了位于城市郊区、临海而立的那座塔楼;但随后,波吕克拉特斯亲自率领大军前来救援,他们便被击退了。
§3.54.2κατὰ δὲ τὸν ἐπάνω πύργον τὸν ἐπὶ τῆς ῥάχιος τοῦ ὄρεος ἐπεόντα ἐπεξῆλθον οἵ τε ἐπίκουροι καὶ αὐτῶν Σαμίων συχνοί, δεξάμενοι δὲ τοὺς Λακεδαιμονίους ἐπʼ ὀλίγον χρόνον ἔφευγον ὀπίσω, οἳ δὲ ἐπισπόμενοι ἔκτεινον.
至于在山脊之上的那座上方的塔楼处,雇佣兵以及萨摩斯人自身的许多人都出击了,他们在抵挡了拉刻代蒙人片刻之后便向后撤退,而拉刻代蒙人则紧追不舍,沿途截杀他们。