§3.53.1ἐπεὶ δὲ τοῦ χρόνου προβαίνοντος ὅ τε Περίανδρος παρηβήκεε καὶ συνεγινώσκετο ἑωυτῷ οὐκέτι εἶναι δυνατὸς τὰ πρήγματα ἐπορᾶν τε καὶ διέπειν, πέμψας ἐς τὴν Κέρκυραν ἀπεκάλεε τὸν Λυκόφρονα ἐπὶ τὴν τυραννίδα·
随着时间的推移,佩里安德已经年迈,并自知不再有能力监督和治理国政,于是他派人去克基拉,召回吕科弗龙来继承僭主之位。
ἐν γὰρ δὴ τῷ πρεσβυτέρῳ τῶν παίδων οὔκων ἐνώρα, ἀλλά οἱ κατεφαίνετο εἶναι νωθέστερος.
因为他在长子身上看不到任何能力,反觉得他十分平庸。
§3.53.2ὁ δὲ Λυκόφρων οὐδὲ ἀνακρίσιος ἠξίωσε τὸν φέροντα τὴν ἀγγελίην.
但吕科弗龙甚至认为那传递消息的人不值得理会。
Περίανδρος δὲ περιεχόμενος τοῦ νεηνίεω δεύτερα ἀπέστειλε ἐπʼ αὐτὸν τὴν ἀδελφεήν, ἑωυτοῦ δὲ θυγατέρα, δοκέων μιν μάλιστα ταύτῃ ἂν πείθεσθαι.
然而,佩里安德对这个年轻人执迷不悟,第二次派去了他的姐姐,也就是佩里安德自己的女儿,认为她最能说服他。
§3.53.3ἀπικομένης δὲ ταύτης καὶ λεγούσης,
ὦ παῖ, βούλεαι τήν τε τυραννίδα ἐς ἄλλους πεσεῖν καὶ τὸν οἶκον τοῦ πατρὸς διαφορηθέντα μᾶλλον ἢ αὐτός σφεα ἀπελθὼν ἔχειν;
她到了之后说道: “兄弟,你难道宁愿看着僭主之位落入他人之手,父亲的家产被瓜分,也不愿自己回去继承它们吗?
ἄπιθι ἐς τὰ οἰκία, παῦσαι σεωυτὸν ζημιῶν.
回家去吧,别再惩罚你自己了。
§3.53.4φιλοτιμίη κτῆμα σκαιόν.
野心是一种有害的财富。
μὴ τῷ κακῷ τὸ κακὸν ἰῶ.
不要用恶来医治恶。
πολλοὶ τῶν δικαίων τὰ ἐπιεικέστερα προτιθεῖσι, πολλοὶ δὲ ἤδη τὰ μητρώια διζήμενοι τὰ πατρώια ἀπέβαλον.
许多追求公正的人,宁愿选择更温和的解决办法;而且许多人为了追寻母亲的遗产,已经失去了父亲的遗产。
τυραννὶς χρῆμα σφαλερόν, πολλοὶ δὲ αὐτῆς ἐρασταί εἰσι, ὁ δὲ γέρων τε ἤδη καὶ παρηβηκώς·
僭主之位是个危险的东西,有许多人觊觎它,而父亲已经年迈衰老。
μὴ δῷς τὰ σεωυτοῦ ἀγαθὰ ἄλλοισι.
不要把属于你自己的财富让给别人。
§3.53.5ἣ μὲν δὴ τὰ ἐπαγωγότατα διδαχθεῖσα ὑπὸ τοῦ πατρὸς ἔλεγε πρὸς αὐτόν· ὁ δὲ ὑποκρινάμενος ἔφη οὐδαμὰ ἥξειν ἐς Κόρινθον, ἔστʼ ἂν πυνθάνηται περιεόντα τὸν πατέρα.
” 她确实用父亲所授最动听的话向他劝说;但他回答说,只要他听说父亲还在世,他就绝不回科林斯。
§3.53.6ἀπαγγειλάσης δὲ ταύτης ταῦτα, τὸ τρίτον Περίανδρος κήρυκα πέμπει βουλόμενος αὐτὸς μὲν ἐς Κέρκυραν ἥκειν, ἐκεῖνον δὲ ἐκέλευε ἐς Κόρινθον ἀπικόμενον διάδοχον γίνεσθαι τῆς τυραννίδος.
当她回报了这些话后,佩里安德第三次派去使者,表示自己愿意前往克基拉,而要求他前往科林斯,继承僭主之位。
§3.53.7καταινέσαντος δὲ ἐπὶ τούτοισι τοῦ παιδός, ὁ μὲν Περίανδρος ἐστέλλετο ἐς τὴν Κέρκυραν, ὁ δὲ παῖς οἱ ἐς τὴν Κόρινθον.
青年同意了这些条件后,佩里安德便动身前往克基拉,而他的儿子则前往科林斯接替他。
μαθόντες δὲ οἱ Κερκυραῖοι τούτων ἕκαστα, ἵνα μή σφι Περίανδρος ἐς τὴν χώρην ἀπίκηται, κτείνουσι τὸν νεηνίσκον.
然而克基拉人得知了这其中的每一步计划,为了不让佩里安德来到他们的土地上,他们杀死了这个年轻人。
ἀντὶ τούτων μὲν Περίανδρος Κερκυραίους ἐτιμωρέετο.
为了报复这笔账,佩里安德对克基拉人进行了惩罚。