§3.52.1τέλος δὲ ὁ Περίανδρος κήρυγμα ἐποιήσατο, ὃς ἂν ἢ οἰκίοισι ὑποδέξηταί μιν ἢ προσδιαλεχθῇ, ἱρὴν ζημίην τοῦτον τῷ Ἀπόλλωνι ὀφείλειν, ὅσην δὴ εἴπας.
最后,佩里安德发布了一道告示:凡是收留他到家里或与他交谈的人,都必须向阿波罗缴纳神圣的罚金,其数额正如他所规定的。
§3.52.2πρὸς ὦν δὴ τοῦτο τὸ κήρυγμα οὔτε τίς οἱ διαλέγεσθαι οὔτε οἰκίοισι δέκεσθαι ἤθελε· πρὸς δὲ οὐδὲ αὐτὸς ἐκεῖνος ἐδικαίου πειρᾶσθαι ἀπειρημένου, ἀλλὰ διακαρτερέων ἐν τῇσι στοῇσι ἐκαλινδέετο.
鉴于这道告示,没有人愿意与他交谈,也没有人愿意收留他到家里;此外,由于这已被禁止,他自己也不认为应该再去尝试,而是坚忍地在柱廊里徘徊度日。
§3.52.3τετάρτῃ δὲ ἡμέρῃ ἰδών μιν ὁ Περίανδρος ἀλουσίῃσί τε καὶ ἀσιτίῃσι συμπεπτωκότα οἴκτειρε· ὑπεὶς δὲ τῆς ὀργῆς ἤιε ἆσσον καὶ ἔλεγε
ὦ παῖ, κότερα τούτων αἱρετώτερα ἐστί, ταῦτα τὸ νῦν ἔχων πρήσσεις, ἢ τὴν τυραννίδα καὶ τὰ ἀγαθὰ τὰ νῦν ἐγὼ ἔχω, ταῦτα ἐόντα τῷ πατρὶ ἐπιτήδεον παραλαμβάνειν,
到了第四天,佩里安德看到他因不洗沐、不进食而面容消瘦,便心生怜悯;他平息了怒火,走上前去对他说: “我的孩子,这两者中哪一个更值得选择? 是像你现在这样承受这些,还是以对父亲顺从的态度,来继承我如今拥有的僭主之位和财富?
§3.52.4ὃς ἐὼν ἐμός τε παῖς καὶ Κορίνθου τῆς εὐδαίμονος βασιλεὺς ἀλήτην βίον εἵλευ, ἀντιστατέων τε καὶ ὀργῇ χρεώμενος ἐς τόν σε ἥκιστα ἐχρῆν.
你作为我的儿子,又是富庶的科林斯的国王,却通过反抗和对最不应该发怒的人发怒,选择了一种流浪者的生活。
εἰ γάρ τις συμφορὴ ἐν αὐτοῖσι γέγονε, ἐξ ἧς ὑποψίην ἐς ἐμὲ ἔχεις, ἐμοί τε αὕτη γέγονε καὶ ἐγὼ αὐτῆς τὸ πλεῦν μέτοχος εἰμί, ὅσῳ αὐτός σφεα ἐξεργασάμην.
因为如果我们之间发生了什么不幸,以至于你对我心存怀疑,这不幸对我而言也同样发生了,而且我承担了更大的部分,因为是我亲手造成了这一切。
§3.52.5σὺ δὲ μαθὼν ὅσῳ φθονέεσθαι κρέσσον ἐστὶ ἢ οἰκτείρεσθαι, ἅμα τε ὁκοῖόν τι ἐς τοὺς τοκέας καὶ ἐς τοὺς κρέσσονας τεθυμῶσθαι, ἄπιθι ἐς τὰ οἰκία.
你现在既然明白了被羡慕比被怜悯要好得多,同时也明白了对父母和对比自己强大的人发怒是怎样的一回事,就回家去吧。
§3.52.6Περίανδρος μὲν τούτοισι αὐτὸν κατελάμβανε· ὁ δὲ ἄλλο μὲν οὐδὲν ἀμείβεται τὸν πατέρα, ἔφη δέ μιν ἱρὴν ζημίην ὀφείλειν τῷ θεῷ ἑωυτῷ ἐς λόγους ἀπικόμενον.
” 佩里安德企图用这些话来打动他;但他对父亲没有作任何其他回答,只说父亲因与他交谈而欠下了神圣的罚金。
μαθὼν δὲ ὁ Περίανδρος ὡς ἄπορόν τι τὸ κακὸν εἴη τοῦ παιδὸς καὶ ἀνίκητον, ἐξ ὀφθαλμῶν μιν ἀποπέμπεται στείλας πλοῖον ἐς Κέρκυραν· ἐπεκράτεε γὰρ καὶ ταύτης·
佩里安德看出儿子的这种执拗是无可救药且不可战胜的,为了不让他留在眼前,便派了一条船把他送往克基拉,因为他也统治着那个岛。
§3.52.7ἀποστείλας δὲ τοῦτον ὁ Περίανδρος ἐστρατεύετο ἐπὶ τὸν πενθερὸν Προκλέα ὡς τῶν παρεόντων οἱ πρηγμάτων ἐόντα αἰτιώτατον, καὶ εἷλε μὲν τὴν Ἐπίδαυρον, εἷλε δὲ αὐτὸν Προκλέα καὶ ἐζώγρησε.
送走他后,佩里安德对岳父普罗克莱斯开战,认为普罗克莱斯是目前局势的最大祸首。 他攻占了埃皮达夫罗斯,并生擒了普罗克莱斯本人。