§3.50.1ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν Περίανδρος ἀπέκτεινε, συμφορὴν τοιήνδε οἱ ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι.
因为当佩里安德杀害了自己的妻子梅丽莎之后,在已经发生的灾祸之外,又有如下的另一个灾祸降临在他身上。
ἦσάν οἱ ἐκ Μελίσσης δύο παῖδες, ἡλικίην ὃ μὲν ἑπτακαίδεκα ὁ δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς.
他与梅丽莎有两个儿子,年龄一个十七岁,另一个十八岁。
§3.50.2τούτους ὁ μητροπάτωρ Προκλέης ἐὼν Ἐπιδαύρου τύραννος μεταπεμψάμενος παρʼ ἑωυτὸν ἐφιλοφρονέετο, ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας.
他们的外祖父普罗克莱斯是埃皮达鲁斯的僭主,他把这两个孩子召到自己身边,对他们十分疼爱,因为他们是他自己女儿的孩子,这本是理所当然的。
ἐπείτε δὲ σφέας ἀπεπέμπετο, εἶπε προπέμπων αὐτούς §3.50.3ἆρα ἴστε, ὦ παῖδες, ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε;
当他送他们回去的时候,在送别他们时说道: “孩子们,你们知道是谁杀害了你们的母亲吗?
τοῦτο τὸ ἔπος ὁ μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο· ὁ δὲ νεώτερος, τῷ οὔνομα ἦν Λυκόφρων, ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε, διαλεγομένῳ τε οὔτε προσδιελέγετο ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου.
” 对于这句话,他们中较年长的一个完全没有放在心上;但那个名叫吕科弗隆的较年轻的孩子,听后却极其悲痛,以至于回到科林斯后,他把父亲视为杀母仇人,既不向父亲搭话,在父亲对他说话时也不作回应,而且在父亲盘问时也不给任何回答。
τέλος δέ μιν περιθύμως ἔχων ὁ Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων.
最后,佩里安德勃然大怒,将他赶出了家门。