§3.48.1συνεπελάβοντο δὲ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ Κορίνθιοι προθύμως· ὕβρισμα γὰρ καὶ ἐς τούτους εἶχε ἐκ τῶν Σαμίων γενόμενον γενεῇ πρότερον τοῦ στρατεύματος τούτου, κατὰ δὲ τὸν αὐτὸν χρόνον τοῦ κρητῆρος τῇ ἁρπαγῇ γεγονός.
科林斯人也热心地参与了针对萨摩斯的远征,以使其得以实现;因为在这场远征的一代人之前,萨摩斯人也曾对他们进行过侮辱,而这正发生在掠夺混酒器的同一时期。
§3.48.2Κερκυραίων γὰρ παῖδας τριηκοσίους ἀνδρῶν τῶν πρώτων Περίανδρος ὁ Κυψέλου ἐς Σάρδις ἀπέπεμψε παρὰ Ἀλυάττεα ἐπʼ ἐκτομῇ·
因为库普塞洛斯之子佩里安德曾将三百名科克拉显贵家族的男孩送往萨尔迪斯的阿利亚特斯处去进行阉割。
προσσχόντων δὲ ἐς τὴν Σάμον τῶν ἀγόντων τοὺς παῖδας Κορινθίων, πυθόμενοι οἱ Σάμιοι τὸν λόγον, ἐπʼ οἷσι ἀγοίατο ἐς Σάρδις, πρῶτα μὲν τοὺς παῖδας ἐδίδαξαν ἱροῦ ἅψασθαι Ἀρτέμιδος·
当押送这些男孩的科林斯人顺道在萨摩斯停泊时,萨摩斯人得知了他们被送往萨尔迪斯的目的,便首先教导这些男孩去抚摸阿耳忒弥斯的神庙以寻求庇护。
§3.48.3μετὰ δὲ οὐ περιορῶντες ἀπέλκειν τοὺς ἱκέτας ἐκ τοῦ ἱροῦ, σιτίων δὲ τοὺς παῖδας ἐργόντων Κορινθίων, ἐποιήσαντο οἱ Σάμιοι ὁρτήν, τῇ καὶ νῦν ἔτι χρέωνται κατὰ ταὐτά.
此后,萨摩斯人不允许科林斯人将这些求庇护者从神庙中拉走,且由于科林斯人断绝了男孩们的食物,萨摩斯人便举办了一个节日,直到今天他们仍以同样的方式庆祝。
νυκτὸς γὰρ ἐπιγενομένης, ὅσον χρόνον ἱκέτευον οἱ παῖδες, ἵστασαν χοροὺς παρθένων τε καὶ ἠιθέων, ἱστάντες δὲ τοὺς χοροὺς τρωκτὰ σησάμου τε καὶ μέλιτος ἐποιήσαντο νόμον φέρεσθαι, ἵνα ἁρπάζοντες οἱ τῶν Κερκυραίων παῖδες ἔχοιεν τροφήν.
因为每当夜幕降临,在男孩们寻求庇护的这段时间里,他们就会组织少女和青年的合唱舞蹈,并且在组织这些舞蹈时,他们规定要携带芝麻和蜂蜜制成的糕点,以便让科克拉的男孩们能够夺取它们并获得食物。
§3.48.4ἐς τοῦτο δὲ τόδε ἐγίνετο, ἐς ὃ οἱ Κορίνθιοι τῶν παίδων οἱ φύλακοι οἴχοντο ἀπολιπόντες· τοὺς δὲ παῖδας ἀπήγαγον ἐς Κέρκυραν οἱ Σάμιοι.
这种情况一直持续到守护男孩们的科林斯人最终放弃并离去;随后,萨摩斯人将这些男孩送回了科克拉。